Ancient Greek · ~4 min
Liber II., λζ΄. Περὶ γάμου καὶ συναρμογῆς καὶ εὐπαθείας παντοῖαι θεωρίαι καὶ παντοῖς.
Vettius Valens, Anthologiarum libri ix 4-18
Not analysed yet
Ἐὰν Κρόνος τῇ Ἀφροδίτη συμμαρτυρῇ ἢ ὁρίοις αὐτῆς ᾖ, αὐτὴ δὲ ἡ Ἀφροδίτη σὺν Διὶ καὶ Ἀρεῖ σχηματισθῇ, προκοπὴ μὲν ἔσται διὰ τέκνου ἢ θηλυκοῦ προσώπου καὶ ὄψεται εὐτυχίας, τὸ δὲ τέλος διαμαρτήσει, ἐὰν μὴ ἰδίοις τύχωσιν οἴκοις ἢ ὑψώμασι χρηματίζοντες. ἐὰν ὑπὸ Διὸς Σελήνη ἀκτινοβοληθῇ ἢ συσχηματίζηται αὐτῷ, ὁ δὲ Κρόνος αὐτῇ σὺν τῷ Διὶ μαρτυρῇ, ἀναξίᾳ γυναικὶ καὶ ἀργυρωνήτῳ συνοικήσει· τὸ γὰρ ἀξίωμα ὁ Κρόνος βλάπτει. ἐὰν δὲ ἐπὶ τούτου τοῦ σχήματος ἡ Ἀφροδίτη ὑψώματι ὑπάρχῃ ὑπὸ Διὸς μαρτυρουμένη, διὰ ταύτην προβιβασμοῖς καὶ ὑπάρξει γνωσθήσεται παρὰ μεγάλοις ἀνδράσιν. ἐὰν δὲ καὶ Ἑρμῆς σχηματίζηται ἐπὶ τοῦδε τοῦ διαθέματος, πρακτικοὶ μὲν ἔσονται καὶ εὐεπίβολοι καὶ φρόνιμοι καὶ ἐπαφρόδιτοι, πολύκοιτοι δὲ καὶ ἐπὶ πολὺ ἀστατοῦντες περὶ τοὺς γάμους. καθόλου δὲ Ζεὺς Ἀφροδίτην ἐπιθεωρῶν ἢ καὶ οἰκειούμενος αὐτῇ ἢ καὶ κατὰ μοῖραν σύμφωνος αὐτῇ εὐσυναλλάκτους ποιήσει καὶ ἀπὸ γυναικῶν ὠφελουμένους τάς τε γυναῖκας ἀπὸ ἀνδρῶν κἀν κεκακωμένη ᾖ, ἐπικουρεῖται ὡς μὴ πάντα διασφάλλεσθαι.