Ancient Greek · ~4 min
Liber IV., ις΄. Περὶ ἀνωμ αλίας γενέσεων.
Vettius Valens, Anthologiarum libri ix 5-20
Not analysed yet
Δεῖ δὲ καὶ ἐκ τῶν κοσμικῶν τὰ τοιαῦτα ὑποδείγματα μαθόντας συγκρίνειν, ὅπου οὐ πάντοτε ὁ Ἥλιος ἐκ τῶν τροπικῶν μοιρῶν τὰς μεταβολὰς τῶν ἀέρων τὰς αὑτὰς ποιεῖται, ἀλλʼ ὁτὲ μὲν εἰς εὐκρασίαν προλαμβάνων κοσμικὸν κατάστημα ἄγει, ὁτὲ δὲ τὰς χειμερίους τροπὰς εὔδιος διελθών ὑστέρου πολλὴν ζάλην καὶ φοβερὰν ἀνέμων ῥοπὴν κατεσκεύασεν· οὔτε μὴν ἡ Σελήνη κατὰ τὰς δοκούσας φάσεις τάς ἐπομβρίας συντελεῖ ἢ μετὰ τούς συνδέσμους ἀνίσχει τὸν ἀέρα, ἀλλʼ ὁτὲ μὲν προχειμάζει καὶ προλαμβάνει τὴν τῆς φύσεως αἰτίαν ὡς παρὰ προσδοκίαν σύγχυσιν οὐ τὴν τυχοῦσαν τῶν καιρῶν γίνεσθαι, ὁτὲ δὲ μηδʼ ὅλως ἐνδειξαμένη χειμερινὴν στάσιν αὐτῇ τῇ φάσει εὔδιον τὸν ἀέρα κατέστησεν, ἐσθʼ ὅτε δὲ παραλλάξασα τὴν τοῦ συνδέσμου λύσιν εἰς χειμέριον μεταβολὴν ἐχώρησεν. ὁμοίως δὲ καὶ αἰ λοιπαὶ ἐπισημασίαι τῶν ἀστέρων καὶ δύσεις οὐ κατὰ τὰ αὐτὰ γενήσονται, ἀλλʼ ὁτὲ μὲν προλήψονται ὁτὲ δὲ ὑστέρου τὰς ᾁσεις ποιήσονται, ἔσθʼ ὅτε δὲ οὐδʼ ὅλως ἐνδείξονται. ταῦτα δὲ συμβαίνει ἐναλλάσσεσθται παρά τὰς τοῦ ἔτους ἀνατολάς καὶ συνόδους καὶ πανσελήνους καὶ ἐκλείψεις καὶ τετραετηρίδας καὶ καθολικούς καὶ κυκλικούς οἰκοδεσπότας καὶ πρὸς τὰς τῶν κατὰ καιρὸν ἐπεμβάσεων ἐναλλαγάς.