Ancient Greek · ~2 min
Liber IV., κβ΄. Ἐπιμερισμοὶ Ἄρεως.
Vettius Valens, Anthologiarum libri ix 5-21
Not analysed yet
Ἄρης Διὶ καλὸν καὶ πρακτικὸν τὸ ἔτος δηλοῖ, ἐπάγων κατορθώσεις ἢ μειζόνων ὠφελείας καὶ συστάσεις καὶ ἐλπίδας ἀγαθὰς καὶ τῶν προσδοκωμένων συντέλειαν καὶ ἂν λόγον ἔχῃ στρατείας, στρατευθήσεται ὁ τοιοῦτος ἢ προκόψει. οἱ δὲ μείζονι τύχῃ ὄντες ἐν ἡγεμονίαις καὶ δόξαις ἐπίσημοι γενήσονται καὶ τόπων μεταβολὰς ἐπʼ ἀγαθῷ ποιήσονται καὶ συγκοσμηθήσονται τῇ περὶ αὐτούς ὑποστάσει, πρότερον ἀνωμαλίαις καὶ ἐξοδιασμοῖς γενόμενοι. ἐὰν δὲ διάμετρος τύχῃ, ἐναντιωμάτων καὶ ζημίας δηλωτικός.