Ancient Greek · ~9 min
Liber V., ιβ΄. Ἄλλως περὶ κλιμακτήρων, καθὼς Κριτόδημος ἀπὸ Σελήνης τὴν ἄφεσιν ποιεῖται.
Vettius Valens, Anthologiarum libri ix 5-26
Not analysed yet
Καὶ ταῦτα μὲν ἡμεῖς νήφσ οντι λογισμῷ καὶ πολυμερίμνοις ἀνίαις δοκιμάσαντες μετὰ πολλοῦ πόνου προεθέμεθα τοῖς γε νοῦν ἔχουσι, καὶ ὥσπερ οἱ λα ιο ὶ καὶ περὶ ταῦτα ἠσχολημένοι ἔπραττον δυνάμενοι ἐξομοιοῦσθαι καὶ συμπάσχειν. ἀλλὰ νῦν ῥᾳδίως μὲν τούτων τις τῶν τὴν ἐπιστήμην νοθευόντων λόγοις κεκαλλωπισμένοις καὶ ποικίλαις μεθόδων ἀγωγαῖς πείσειεν ἄν οὐ μόνον τούς τῆς θεωρίας ἀμυήτους, ἀλλὰ καὶ τούς ποσῶς αὐχοῦντας ἢ μεγάλη δόξη καθεστῶτας διὰ ἀκατάληπτον τῆς περὶ αὐτῶν γοητείας τε καὶ τόλμης. τά γὰρ ἀποπτώματα μή κρίνων ἐναντιώματα εὐημερεῖ διὰ τοῦ θάρσους μή ἔχων ἐρύθημα ἔλεγχον ἀμαθίας, ἀλλʼ ὥσπερ τραγικὸν ἢ κωμικὸν πρόσωπον περικείμενος σκηνοβατεῖ, πλάνης μᾶλλον ἢ ἀληθείας τρόπον κεκτημένος. ὁ δὲ ἀπὸ δογμάτων καὶ ἀπὸ θεωρημάτων φερόμενος πολυχρονίαν μάθησιν μὴ βουλόμενος καταρρίψαι ἐπερειδόμενος τῇ ἐμπειρίᾳ ἅτε δὴ βακτηρίᾳ βραδέως μὲν καὶ δεδιότως θέγγεται καὶ τῇ διανοίᾳ συννεκροῦται λογιζὁμενος μὲν ἀπόπτωμα υγῆς καὶ θανάτου ἄξιον, δὲ ἐπίτευγμα κέαρ πέπονμένον ἀρετῆς. τοῦτο δὲ περὶ τοὺς ἀμαθεῖς ἢ μετὰ ἀκριβείας μὴ φέροντας τὸν χρόνον ἢ τὴν ὥραν γίνεται· ὅθεν ἐχρῆν τοὺς μάλιστα μετά ἀσφαλείας βουλομένους ἀκούειν περὶ τῶν ὄντων καὶ ἐσομένων κρίναντας τοὺς ἄνδρας οἵτινες εἶεν μετὰ σπουδῆς συναγωνίζεσθαι καὶ ἐξομολογεῖσθαί τινα τῶν πραγμάτων ὅπως καταλαμβανόμενος ὁ προγνωστικὸς τὰς κεντροθεσίας ἀνρεβεῖς ἢ καί τινας δυναστικοὺς τόπους ἀριθμῶν καὶ ἀγωγῆς περὶ τῶν ὄντων ἀποραίνηται. πολλάκις γάρ, καθὼς προεῖπον, οὐ μόνον αὐτοὶ ἀλλὰ καὶ οἱ τούτων γεννήτορες τὰς ὥρας διαψευδόμενοι ἀδικοῦσι τὴν ἐπιστήμην· ὁμοίως γάρ καὶ αὐτὸς ἐκ τῶν ἐμῶν φυτοσπόρων κατελαβόμην. ἀλλὰ ταῦτα μὲν οὖν οὐ πράσσουσι, βουλόμενοι στιγμῇ περὶ τῶν καταθυμίων καὶ μὴ θυγκεκραμένων ἀκούειν καὶ ἀδυνάτων πραγμάτων ἐπιτυγχάνειν διά τινος μυστικῆς κακουργίας, ἀκούοντες μὲν παρὰ τῶν ἀμαθῶν καὶ πράσσοντες μετὰ προθυμίας, ἃ μὴ θέμις, ἡδόμενοι παραυτίκα ἐπαίνῳ καὶ τιμαῖς ἀμείβονται τοὺς πολεμίους, κακολογοῦσι δὲ τοὺς σεμνοὺς καὶ ἐμπείρους ὡς μὴ δυναμένους μήτε οὕτως ῥᾳδίως ἀποφαίνεσθαι μήτε πράσσειν λεπτομερῶς, οὐκ εἰδότες ὅτι μετὰ πολλοῦ πόνου καὶ ζητήματος τὰ πράγματα ἑκάστης γενέσεως καταλαμβάνεται. ὑστέρου δὲ σφαλέντες τῶν προσδοκωμένων καὶ μειανοοῦντες ἐπισφαλῶς καὶ ἀνιαρῶς οὐ μόνον ψόγον κατὰ τῶν ψευσαμένων πειθφέρουριν ,ἀλλὰ καὶ μάθημα ἀνύπαρκτον φημίζουσι καὶ τοὺς μεταχειριζομένους ἐχθροὺς ἡγοῦνται. συμβαίνει δὲ διʼ ὀλίγους καὶ ἀναξίους τῆς ἐπιστήμης πολλοὺς ἀτιμάζεσθαι.