Ancient Greek · ~3 min
Vettii Valentis Anthologiarum liber I., κ΄. Περὶ ψήψου Ἡλίου καὶ τῶν ε΄ ἀστέρων.
Vettius Valens, Anthologiarum libri ix 5-7
Not analysed yet
Τὸν δὲ Ἄρεα οὕτως. Τὰ ἀπὸ Αὐγούστου μέχρις οὗ ζητεῖς ἔτους ἀναλαβὼν ἔκκρουε ὁσάκις δύνῃ ἀνὰ λ΄, τὸν δὲ καταλειπόμενον ἀριθμὸν διάκρινε, πότερον ἄρτιός ἐστιν ἢ ἄνισος, ἵνα ἐὰν μὲν εὕρῃς ἄρτιον, ἀπὸ Κριοῦ τὴν ἄφεσιν ποιήσης, ἐὰν δὲ ἄνισον, ἀπὸ Ζυγοῦ. μετὰ οὖν ἐπιγνῶναι τὸν ἀριθμὸν δίπλωσον, καὶ ἑκάστου μηνὸς ἀνὰ β΄ ἥμισυ· ἐὰν ὑπὲρ τὰς ξ΄ γένηται, τὰ λοιπὰ ἀπόλυε ἀπὸ Ζυγοῦ ἣ Κριοῦ, ἑκάστῳ ζῳδίῳ διδούς ἀνὰ μοίρας ε΄. ὅπου δ᾿ ἂν καταλήξῃ, σημειωσάμενος ζῴδιον σκόπει τὸν Ἥλιον, ποίῳ ζῳδίῳ ἐστίν· ἐὰν μὲν γὰρ ἀνώτερος εὑρεθῇ, ἀναποδίσει ὁ ἀστὴρ ἀπὸ τοῦ εὑρεθέντος ζῴδίου, ἐὰν δὲ κατώτερος, προποδίσει· τουτέστι πάντοτε ἐγγύτερον τοῦ Ἡλίου αὐτὸν ποίει ἀπὸ τοῦ εὑρισκομένου ζῳδίου· καὶ οἱ λοιποὶ δὲ ἀστέρες τὴν αὐτὴν δύναμιν ἔχουσι περὶ τὴν μέσην τοῦ Ἡλίου κίνησιν φερόμενοι, μάλιστα δὲ ἡ Ἀφροδίτη.