Ancient Greek · ~4 min
Vettii Valentis Anthologiarum liber I., κ΄. Περὶ ψήψου Ἡλίου καὶ τῶν ε΄ ἀστέρων.
Vettius Valens, Anthologiarum libri ix 6-5
Not analysed yet
Τὴν δὲ Ἀφροδίτην οὕτως. τὰ ἀπὸ Καίσαρος ἕως οὗ ζητεῖς ἔτους ἀναλαβών μέριζε παρὰ τὸν η΄, τὸν δὲ καταλειφθέντα ἐντὸς τῶν η΄ ἀριθμὸν σκόπει εἰ ἔχει ἐποχὴν στηριγμοῦ, κἀκείνῃ χρησάμενος ἀναλάμβανε πλῆθος τῶν ἡμερῶν ἕως τῆς ἐπιζητουμένης ἡμέρας, ἐάνπερ ἐπιδέχηται. εἰ δ᾿ οὖν, τῇ ὑπεράνω χρῶ, καθάπερ ἐπὶ τῆς Σελήνης· ἐὰν γὰρ πρὸ γενέσεως εὑρεθῇ ἡ ἐπνχή αὕτη, χρηστέον· ἐὰν δὲ μετὰ τὴν γένεσιν, τῇ ὑπεράνω. συναθροίσας δὲ κεφάλαιον καὶ ἀχελὼν τοῦ ζῳδίου τὴν ἐποχὴν ἀπόλυε ἑκάστου ζῳδίου μοίρας ρκ΄, τουτέστι τοῦ στηριγμοῦ τὰς λοιπάς ἀπὸ τοῦ ἐχομένου ζῳδίου τῆς ἐποχῆς ἀπόλυε, ἑκάστῳ ζῳδίῳ διδοὺς ἀνὰ κε΄. ὅπου δ᾿ ἂν καταλήξῃ ὁ ἀριθμός, ἐκεῖ ἔσται ἡ Ἀφροδίτη. αἱ δὲ ἐποχαὶ τῶν στηριγμῶν πρόδηλοι ἔσονται ἐκ τῶν περιλειπομένων ἐτῶν· ἐὰν περισσεύῃ οἷον α΄ γ΄ δ΄ Ϛ΄ ζ΄, στηρίζει· ἐὰν δὲ β΄ ε΄, ὁδεύει. ἡ οὖν πρώτη ἐποχὴ ἐφέξει Φαμενὼθ ι΄ Ταύρῳ, αἱ γ΄ Φαωθὶ ι΄ Τοξότῃ, αἱ δ΄ Παϋνὶ κβ΄ Λέοντι, αἱ Ϛ΄ Τυβὶ η΄ Ἰχθύσιν, αἱ ζ΄ Μεσωρὶ ιδ΄ Ζυγῷ· εἰς η΄ ἔτος τὸν στηριγμὸν ἐπέχουσα.