Ancient Greek · ~4 min
6 to 10
Vettius Valens, Anthologiarum libri ix 6-22-10
Not analysed yet
Ὅθεν σκοπεῖν δεήσει πάντων τῶν ἀστέρων τὰς παραδόσεις, καὶ πότερον αἱ τῶν κακοποιῶν πλεονάζουσιν ἥ αἱ τῶν ἀγαθοποιῶν ἤ ἀναμεμιγμέναι εἰσί, καὶ οὕτως ἀποφαίνεσθαι. περὶ μὲν οὖν τούτων τοῖς παραγγέλμασιν ἐδηλώσαμεν· ἵνα δὲ μὴ δόξωμεν πολυλογεῖν, αὑτὰ τὰ κεφάλαια τῶν ἀποτελεσμάτων ποδείξομεν, τοὺς δὲ τόπους καὶ τάς αἰτίας οἱ ἐντυγχάνοντες ἐκ τῶν προδεδηλωμένων καταλήψονται ἤ τῶν μελλόντων. Αλλη. Ἥλιος Ἑρμῆς Ἀχροδίτη Ζυγῷ. Κρόνος Υδροχόῳ. Ζεὺς ὡροσκόπος Τοξδτῃ, Ἄρης Παρθένῳ, Σελήνη Ἀέοντι. τῷ μζ΄ ἔτει ἐκληρονόμησε φίλον, δὲ τῷ αὐτῷ καὶ γυναικὸς ἐχωρίσθη διὰ ζηλοτυπίαν καὶ ψόγον. Αλλη. Ἥλιος Ἄρης Ταύρῳ, Σελήνη ὡροσκόπος Κριῷ, Κρόνος Λέοντι, Ζεὺς Καρκίνῳ, Ἀφροδίτη Ιχθύσιν, Ερμῆς Διδύμοις. τῷ δ΄ ἔτει πατρὸς θάνατος ἐγένετο. Ἄλλη. Ἥλιος Ἑρμῆς Κρόνος Τοξότη, Σελήνη ἰχθύσιν. Ἄρης Λέοντι, Ἀφροδίτη Αίγόκερῃ, ὡροσκόπος Ζεὺς Ταύρῳ. τῷ με΄ ἔτει τέκνων διδύμων γέννα ἄχρηστος, δὲ τῷ αὐτῷ καὶ ἀρχιερωσύνη τῷ νά ἀρχὴ ἐπίσημος τῷ νβ΄ ἔτει τέκνου θάνατος. Ἄλλη. Ἥλιος Ἄφροδίτη Ταύρῳ, Σελήνη Κριῷ. Κρόνος Καρκίνῳ, Ζεὺς Ἄρης Παρθένῳ, Ἑρμῆς Διδύμοις, ὡροσκόπος Τοξδτῃ. τῷ λς΄ ἔτει κρίσεις καὶ πράγματα ὑπὲρ τῆς γυναικὸς ἔσχε καὶ φίλων ἔχθρας.