Ancient Greek · ~5 min
Liber VII., α΄. Ἀγωγὴ περὶ χρόνμων ἐμπράκ των καὶ ἀπράκ των καἰ ζωῆσ πρός τε τὸν οἰκοδεσπότην καὶ τὰς ἀναφορὰς καὶ τὸν ὡροσκόπον.
Vettius Valens, Anthologiarum libri ix 6-26
Not analysed yet
Χρὴ δὲ καὶ τοῦτο προγινώσκειν, ὅτι οὐ πάντοτε οἱ κακοποιοὶ βλαπτικοὶ τυγχάνουσιν, ἀλλὰ καὶ ὠφέλιμοι καὶ ζωῆς καὶ δόξης παραίτιοι, ὁμοίως δὲ καὶ οἱ ἀγαθοποιοὶ κινδύνων καὶ βλάβης παρεκτικοί. ἅπερ διὰ τῆς οἰκείας αὐτῶν σχηματογραφίας ἢ καὶ ἐναντιότητος προγινώσκεται. κατελαβόμην μὲν οὖν τοὺς κακοποιἀπεράτων οὺς ἐκ πείρας ἐπὶ μὲν τῶν μετρίων καὶ ταπεινῶν γενέσεων ἀληκακοποιούς· ἀλλεπαλλήλοις γάρ κακοῖς περιτρέπουσι, κἀν πρὸς ὀλίγον ἀγαθοποιοὶ βοηθεῖν δόξωσιν, ἀφαιροῦνται τά περικτηθέντα καὶ ἀπράκτους καὶ δυστυχεῖς κατασκευάζουσι· πλήν τινας εὐεκτοῦντας περὶ σῶμα καὶ ὀρεκτικούς περὶ τάς γραφὰς καὶ ἀδιαφόρους καὶ ἱλαροὺς περὶ τάς πράξεις καὶ μεθʼ ἡδονῆς κοπιῶντας. ἐπὶ δὲ τῶν μειζόνων πρακτικούς καὶ ἐπιδόξους καὶ περιποιητικούς· ἀλλʼ ὅμως οὐδʼ οὕτως λείπονται τῆς οἰκείας αὐτῶν φύσεως· ἕξουσι γάρ τὸ τολμηρὸν καὶ ἐπίφοβον καὶ τυραννικὸν καὶ τὸ πλεονεκτικὸν καὶ τὸ ἀναιρετικὸν καὶ ἀλλοτρίων ἐπιθυμεῖν καὶ παρανόμοις καὶ βιαίοις πράγμασι μολύνεσθαι τό τε καθαιρειικὸν τῆς δόξης καὶ τὸ εὐμετάβολον τῆς τύχης. ὅθεν οὐδὲ τὰς ἀρχὰς οὐδὲ τὰς ἡγεμονίας οὐδὲ τὸν βίον ὁμαλῶς διευθύνουσι, θορύβοις δὲ καὶ ἐπιβουλαῖς περιπίπτουσι πολέμοις τε καὶ ὄχλων ἐπαναστάσεσι καὶ ὕβρεσι. Συμβαίνει δὲ πολλάκις καὶ ἐπί τινων γίνεσθαι λοιμούς, ἐμπρηθμούς, ἀρορίας καρπῶν, κατακλυσμούς, σεισμοὺς κατὰ τὴν ἑκάστου κακοποιοῦ δχηματογραφίαν. ὅθεν καὶ ἃ ἕτεροι ἐνεδείξαντο αὐτοῖς πάσχοντες ἀνιαρῶς διάγουσι καὶ θανάτοις δὲ βιαίοις ἢ ἀπροσδοκήτοις περιπεσόντες ἀπέτισαν δίκας. τῶν δὲ τοιούτων καὶ ἡ τύχη μυθώδης καὶ τὸ τέλος πολυθρύληττον γίνεται.