Ancient Greek · ~7 min
Liber VII., ε’. Ἀγωγὴ περὶ χρόνων ἐμράκτων καὶ ἀπράκτων πρὸς τὸ ἦμισυ καὶ τρίτον καὶ δύο τρίτα τῶν τε ἀναφορῶν καὶ τῶν περιόδων τῶν ἀστέρων.
Vettius Valens, Anthologiarum libri ix 6-28
Not analysed yet
Ἦν δὲ καὶ τῆς ἡττηθείσης γυναικὸς θέμα οὕτως ἔχον. Ἄλλη. Ἣλιος Καρκίνῳ, Σελήνη Κρόνος Ζεὺς Τοξότῃ, Ἄρης Ἀφροδίτη Ἑρμῆς Διδύμοις, ὡροσκόπος Αἰγόκερῳ, κλίμα ζ΄ τῷ μὲν κε´ ἔτει ἔδοξε περιγενέσθαι τοῦ πράγματος· ἐσήμανε γὰρ ἡ Σελήνη τὰ κε´ μετὰ τοῦ Διὸς καὶ Κρόνου ὑπάρχουσα, καὶ ὁμοίως Ἡλιος Καρκίνῳ τὰ κε´ ἐδήλου. ἀλλὰ καὶ οἱ λοιποὶ ἀστέρες κατὰ συμπλοκὴν καὶ ἐναντίωσιν ἐχρημάτισαν, οἷον Κρόνου ἔτη λ´ καὶ Ἑρμοῦ κατὰ διάμετρον κ´ γίνονται ν´, ὧν ἥμισυ γίνονται κε´· καὶ πάλιν Κρόνου λ´ καὶ Ἑρμοῦ κ´ καὶ Σελήνης κε γίνονται οε´ ,ὧν τρίτον γίνονται κε´· ὅθεν εἰς ἐναντίωμα ἐχώρει πρᾶγμα τότε. τῆς δὲ ἐπικλήσεως γενομένης τῳ κζ´ ἔτει κατεδικάσθη· ἐχρημάτισε γάρ ἡ ἀναφ ορὰ τῶν Διδύμων, ἔνθα ὁ κλῆρος τῆς τύχης Ἄρεως καὶ Ἑρμοῦ ἐπόντων. ἄλλως τε καὶ Σελήνης κε´ καὶ Ἄρεως διαμέτρου ιε´ γίνονται μ´. ὧν δίμοιρον γίνονται κϚ´ μῆνες η´ . ὡσαύτως δὲ καὶ ἐνθάδε δισώμοις οἱ ἀστέρες ἔτυχον. Ἄλλη. Ἥλιος Ἑρμῆς Ζεεὺς Σκορπίῳ, Σελήνη Ταύρῳ), Κρόνος Ὑδροχόῳ, Ἄρης Παρθένῳ, Ἀφροδίτη Ζυγῷ, ὡροσκόπος Λέοντι. κλίμα δεύτερον. τῳ νβ´ ἔτει μεγίστην ταραχὴν καὶ πρὸς ἀδελφὴν δίκην ἔσχε περὶ ὑπαρχόντων καὶ κληρονομίας καὶ ἐπὶ βασιλέως ἐνίκησεν ἐχρημάτισε γὰρ ἡ διάμετρος στάσις Σελἡνης κε´ . Διὸς τβ´, Σκορπίου ιε´ γίνονται νβ´ ἄλλως τε καὶ κατὰ δεύτερον κλίμα Σκορπίου λϚ´ ,Διὸς ιβ´ ,Κρόνου ἐπικειμένου τῷ κλήρῳ λ´ γίνονται οη´ ὧν δίμοιρον γίνονται νβ´ . καὶ πάλιν Γαύρου κδ´ Ὑδροχόου κδ´ καὶ Κρόνου λ´ γίνονται οη´ ὧν δίμοιρον νβ´ ἐχρημάτισαν οὖν πάντες οἱ ἀστέρες ἐκτὸς Ἄρεως· ἐνόσησε μὲν οὖν τούτῳ τῳ χρόνῳ καὶ θαλάσσῃ μικροῦ δεῖν ἐκινδύνευσε καὶ πολλὰ ἀναλώματα ἐποίησεν· ἀλλὰ οἱ ἀγαθοποιοὶ ἔδοξαν καθυπερτερεῖν τὸν Κρόνον καὶ μᾶλλον ἴσχυσαν.