Ancient Greek · ~4 min
Vettii Valentis Anthologiarum liber I., γ΄. Περὶ ὁρίμν.
Vettius Valens, Anthologiarum libri ix 6-3
Not analysed yet
Τῆς δὲ Παρθένου πρῶται μοῖραι ζ΄ Ἑρμοῦ ὑψηλόταται διοικητικαὶ πολύσοφοι ἐπιεικεῖς, ἐπὶ πραγμάτων τάσσουσαι μεγάλων, συνετώταται καὶ πάντα γενναῖαι καὶ ἔξοχοι· μόνον πρὸς τὰ ἀφροδίσια οὐκ εὐτυχεῖς, καθόλου μὲν ὅλης τῆς Παρθένου, μάλιστα δὲ αὖται αἱ μοῖραι καὶ αἱ Ἀφροδίτης· αὖται μὲν γὰρ εὐκατηγορήτων εἰσίν, αἱ δὲ Ἀφροδίτης ἁμαρτανόντων· παντὶ δὲ ἔξοχον μάλιστα προδώσουσιν τῷ παιδευτικῷ. αἱ δὲ ἑξῆς ι΄ Ἀφρροδίτης ἐπίψογοι, ἁμαρτωλοὶ περὶ γάμους, περιπίπτουσαι διὰ ταῦτα, περὶ δὲ τὰ θεατρικὰ εὐτυχεῖς· περὶ δὲ πάθη αἴσχιστοι, μάλιστα δὲ Κρόνου συμμαρτυροῦντος· Ἑρμοῦ δὲ μοιχείας, Διὸς δὲ πλήθη ἁμαρτιῶν ὡς συγχυρουμένων, ἔτι δὲ κατακρίσεις· Ἡλίοι δὲ λαθρίδιοι πράξεις, Σελήνης ἐναντιώματα ἀντιπολιτεῖαι· ἐὰν δὲ ὑπὸ τῶν κακοποιῶν ὁραθῇ, προΐστασθαι ποιεῖ, αἱ δὲ τρίται ὁ Διὸς φιλογεωργὼν ἐπιεικῶν ἀνακεχωρηκότων οὐκ ἀπαιδεύτων εἰσὶ δὲ καὶ ἐπιτροπικαὶ καὶ πολύσπερμοι καὶ εὐκατόρθωτοι. αἱ δὲ τέταρται ζ΄ Ἄρεως εἰσὶν ἄρρενες χαλεπαὶ δημοτικῶν ὀχλαγωγῶν καὶ νυκτιρέμβων μυσταιτῶν πλαστογράφων ἐπιθετῶν· αὗται αἱ μοῖραι ὑβρίζουσι τοὺς ἀνθρώπους, εἰς δεσμοὺς καὶ μελοκοπίας καὶ βασάνους καὶ φυλακὰς ἄγουσιν. αἱ δὲ λοιπαὶ β΄ Κρόνου τερατώδεις κατάψυχροι φθαρτικαὶ ὀλιγοχρόνιοι ἐμπαιζομένων ἀνθρώπων.