Ancient Greek · ~3 min
Vettii Valentis Anthologiarum liber I., γ΄. Περὶ ὁρίμν.
Vettius Valens, Anthologiarum libri ix 7-3
Not analysed yet
Τοῦ δὲ Ζυγοῦ πρῶται Ϛ΄ Κρόνου βασιλικαὶ ὑψηλαὶ πρακτικαὶ μάλιστα ἡμέρας, νυκτὸς δὲ ἐπιπρασσόντων· εἰσὶ δὲ στειρμώδεις κάθυγροι φθαρτικαί. αἱ δὲ ἑξῆς ε΄ Ἑρμοῦ ἀγοραῖοι ἐργαστηρικαὶ ἐμπορικαὶ γραμμάτων συναλλακτικῶν καὶ ἀριθμῶν συνακτικαί. καθόλου δίκαιοι συνεταί. αἱ δὲ τρίται η΄ Διὸς πλουτοποιοί, ἀλλὰ ἐφ᾿ ὧν γε δυσπραγῶν, ἀνεύφραντοι ἀποθησαυριζομένων ἀνεπιφάντων ῥυπαροβίων ἀφιλοκάλων μωμητικῶν· οὐδὲ μὴν εὔπαιδες αἱ δὲ τέταρται Ἀφροδίτης ζ΄ φιλοκάλων φιλοτέχνων ἢ καὶ τεχνιτῶν, οἶον ἐπιπλαστῶν ζωγράφων τορευτῶν, καθόλου δὲ ῥυθμικῷν θεοσεβῶν πραέων βραδέως εὐτυχούντων προβιβαζομένων αὐτομάτως, περὶ δὲ γάμους εὐτυχοῦντας μεγάλως, ἐπὶ πᾶσιν εὐδαιμόνων αἱ δὲ λοιπαὶ δ΄ Ἄρεως ἡγεμονικῶν ταξιάρχων εὐτυχῶν περὶ πᾶσαν Ἄρεως τέχνην καὶ διαθυμῶν τε καὶ ἀσφαλῶν καὶ ἐγκρατῶν καὶ μεγαλοφρόνων, οὐκ εὐαδέλφων δὲ οὐδὲ πολυαδέλφων.