Ancient Greek · ~2 min
Liber IV., κβ΄. Ἐπιμερισμοὶ Ἄρεως.
Vettius Valens, Anthologiarum libri ix 7-15
Not analysed yet
Ἄρης Ἑρμῇ παραδιδούς ἐπιτάραχον τὸ ἔτος δηλοῖ· κινδύνους γὰρ καὶ ζημίας ἐπέχων χάριν γραπτῶν καὶ ἀργυρικῶν ἢ ψηφικῶν ἀμφισβητήσεις μυστικῶν τε κακουργίας ἐγγύας τε καὶ χρεμστίας ἐπιθέσεις τε καὶ ἀπολογίας· καὶ ἐὰν εἰς δίσωμα ζῴδια τύχωσι, καὶ αὐτοὶ τὰ ὅμοια ἑτέροις ἐνδείξονται ἢ ῥᾳδιουργήσουσι. καὶ ἐάν μὲν τρεῖς ἀφέσεις σώζωνται, τῶν προειρημένων περιγενήσονται· ἐὰν δὲ κἀκεῖναι κακῶς τύχωσιν, ἐν τοῖς διαπρασσομένοις ἀστατήσουσι, καὶ ἐὰν δίκην σχῶσιν, ἡττηθήσονται ἢ καὶ μείωσιν πλείστην ὑπομείναντες αἰτίαις οὐ ταῖς τυχούθαις περιτραπήσονται.