Ancient Greek · ~2 min
Liber IV., κγ΄. Ἐπιμερισμοὶ Ἁφροδίτης.
Vettius Valens, Anthologiarum libri ix 1-102
Not analysed yet
Ἀφροδίτη ἑαυτῇ ἐπιμερίζουσα καλῶς κειμένη ἐπάγει φιλίας καὶ συστάσεις ἀρρενικῶν καὶ θηλυκῶν συμπαθείας καὶ δωρεάς καὶ συνηθείας ἐπιτερπεῖς καὶ γάμους καὶ οἰκείων εὐνοίας καὶ ἡδονὰς καὶ ὠφελείας. ἐὰν δὲ μετὰ Κρόνου εὑρεθῇ ἢ ὑπὸ τούτων θεωρηθῇ ἢ καὶ ἀχρηματίστοις ζῳδίοις τύχῃ, ψόγους καὶ δειγματισμοὺς καὶ μοιχείας ἐπάγει ζημίας τε καὶ ἀθετήσεις καὶ δόλους γυναικῶν κρίσεις τε καὶ ἀκαταστασίας· ὁμοίως δὲ καὶ ταῖς γυναιξὶν ἀνδρῶν.