Ancient Greek · ~2 min
Liber IV., κδ΄. Ἐπιμερισμοὶ Ἑρμοῦ.
Vettius Valens, Anthologiarum libri ix 7-17
Not analysed yet
Ἑρμῆς Ἀφροδίτη ἀγαθὸν καὶ πρακτικὸν τὸν χρόνον δηλοῖ περί τε τὰς δόσεις καὶ τὰς λήψεις ἀγορασμούς τε καὶ συναλλαγὰς ἐπαφροδίτους καὶ τοῖς διὰ λόγου ἢ παιδείας ἢ διʼ οἰκονομίας ὠφέλιμον, συστάσεις τε καὶ φιλίας καινοτέρας ἐπικτῶνται καὶ συνηθείας, καὶ ἐπιπλοκαῖς ἀρρενικῶν καὶ θηλυκῶν περιτρέπονται. τοῖς δʼ μείζονι τύχη καθεστῶσι σωμάτων καὶ κόσμου περίκτησιν ἐπάγει εἴς τε τὰς αἰτήσεις καὶ φιλίας καὶ προκοπάς εὐεπιτεύκτους ἀποτελεῖ καὶ πρὸς ἰδίους εὐεργετικούς.