Ancient Greek · ~1 min
Liber IV., κε΄. Τῶν τεττάρων κλήρων μερισμοἱ.
Vettius Valens, Anthologiarum libri ix 1-104
Not analysed yet
Ὁ κλῆρος τῆς τύχης παραδιδούς ἢ παραλαμβάνων χρηματιστικοῖς τόποις ἀγαθοποιῶν ἐπόντων ἢ μαρτυρούντων εὐτυχίαν δηλοῖ καὶ προκοπὴν πράξεις τε καὶ δόξας καὶ πραγμάτων κατορθώσεις καὶ προσδοκωμένων συντέλειαν καὶ ἀπὸ νεκρικῶν ὠφελείας. ἀποκεκλικὼς δὲ ἡ ὑπὸ κακοποιῶν μαρτυρούμενος ἥττονας μὲν τὰς πράξεις ἢ τὰς δόξας παρέχει, ἀπαραμόνους δὲ ἢ ὅσα ἂν διαπράξωνται μετὰ ἐναντιωμάτων καὶ κινδύνων ἢ κρίσεων καὶ ἐπηρειῶν.