Ancient Greek · ~10 min
Liber V., θ΄. Τίς ἡ αἰτία τοῦ μὴ τὰ αὐτὰ διὰ δωδεκαετίας ἀποτελέσματα συμβαίνειν, ἀλλ᾿ ὁτὲ μὲν προσδοκωμένων ἀγαθῶν φαῦλα συνέβη ἢ τοὐναντίον φαύλων ἀγαθά, ἔσθ᾿ ὅτε δὲ καὶ εἰς κενὰ ζῴδια τῆς διαιρέσεως πιπτούσης μεγάλα ἀγαθὰ ἢ φαῦλα συνέβη.
Vettius Valens, Anthologiarum libri ix 7-18
Not analysed yet
Οὗτος μὲν ὁ ἀριθμὸς ἀναγκαστικὸς καὶ ἐπιδιπλούμενος διὰ τὴν φύσιν τῆς ὀργανοθεσίας· ἐπὶ δὲ πολλῶν φυσικώτερος δοκεῖ καὶ κυριώτερος ὁ διὰ τῆς δωδεκαετίας, ὃς ἐν δευτέρῳ μέρει κείσεται. δεῖ οὖν πρότερον ἐκείνῳ προσέχειν καὶ ἀπολύειν τὰς δωδεκάδας καὶ τὸν ἐπίλοιπον ζητεῖν· καὶ ἐὰν μὲν εὑρεθῇ ἔχων παράδοσιν, ἐκείνῳ μᾶλλον χρῆσθαι· εἰ δὲ μὴ εὑρεθῇ, ἐξ ἀνάγκης ἐπὶ τοῦτον κατελευσόμεθα . οἷον ἐὰν ζητῶμεν ἔτος κ΄, ἀφελόντες τὰ ιβ΄ τὰ λοιπὰ η΄ ζητοῦμεν, εἰ ἔχει παράδοσιν. ἐὰν οὖν μὴ εὑρεθῇ, τὰς ἀπὸ δ΄ διαστάσεις ζητοῦμεν καὶ τοῖς λοιποῖς ὡς η΄ χρησόμεθα (ἐνεργεστέρα γὰρ ἡ παράδοσις) ἢ πάλιν τὰς διὰ δύο· οἱ γὰρ συνέχοντες ἀριθμοὶ τὴν η΄ εἰσὶ β΄ καὶ δ΄ δὶς γὰρ δ΄ ἐστὶν η΄ καὶ πάλιν τετράκις β΄ η΄. καὶ οὕτως γὰρ ἐνεργεῖς ἔσονται αἱ παραδόσεις. εἶτα τὰ κα΄ καὶ τὰ ιθ΄ παρὰ διάμετρον δηλοῖ· ἐάν τε γὰρ ἀφέλωμεν τὰς ιβ΄ ἀπὸ τῶν ιθ΄, περιλείπονται ζ΄, ἐάν τε γ΄ ζ΄ ποιήσωμεν, γίνεται κα΄. ἐπὶ δὲ τῶν κζ΄, ἐνεργήσει καὶ ἡ διὰ γ΄ καὶ θ΄ καὶ ζ΄. τὰ κδ΄ ἐὰν εὑρεθῇ ἔχοντα παράδοσιν, χρήσομαι, ἐπεὶ τὰ διὰ γ΄ τὰ ιγ΄ καὶ τὰ κε΄ καὶ τὰ λζ΄. εἰς τὸ αὐτὸ ζῴδιον καταλήγει. ἐὰν οὖν εὑρεθῇ ἀστὴρ ἐπικείμενος ἑαυτῷ, καὶ τῷ ζῳδίῳ παραδεδωκὼς ἔσται· ἐὰν δὲ τούτου ἐπικειμένου ἕτεροι ἀστέρες ἐν τῷ ἑξῆς ζῳδίῳ τύχωσιν, ἐκείνοις μᾶλλον παραδώσει. οἷον ἐπὶ τῆς προκειμένης γενέσεως τῶν ιγ΄ καὶ κε΄ ἐνιαυτῶν Ἄρης Διὶ παραδίδωσι καὶ Ζεὺς Σελήνη· ἐὰν δὲ τῷ ἑξῆς μηδεὶς εὑρεθῇ, ἑαυτοῖς ἔσονται παραδεδωκότες τὸν ἐνιαυτόν. ἐπεὶ δὲ ἕκαστος ἀριθμὸς κατὰ τὴν ἰδίαν ἁρμονίαν δοκεῖ φυσικὸς ὑπάρχειν, πρὸς τὰς ἀφαιρέσεις τῶν κύκλων ἐξαιρέτως χρησόμεθα πρῶτον μὲν τοῖς διὰ ιβ΄ διὰ τὰ ιβ΄ ζῴδια, εἶτα τοῖς διὰ ζ΄ διὰ τοὺς ζ΄ ἀστέρας. ἐάνπερ οὖν τῶν ιβ΄ παράδοσις μὴ εὑρεθῇ, ἵνα ἐξ ἀνάγκης ἐκ τούτων γένηται (ἔδοξε δὲ καὶ τοῦτον τὸν λόγον φυσικώτερον ὑπάρχοντα προσυποτάξαι), μοιρικῶς κατὰ συνάντησιν καὶ ἀκτινοβολίαν ἀπὸ πάντων τῶν ἀστέρων τὰς ἀφέσεις ποιεῖσθαι καὶ συγκρίνειν τὴν ἑκάστου ἀστέρος πρὸς ἑκάτερον ἀποτελεσματογραφίαν. εἰ γὰρ ὡροσκόπος ἀφέτης κριθεὶς ἢ ὁ Ἥλιος ἢ ἡ Σελήνη καὶ τὴν φορὰν ποιούμενοι κατὰ τὴν τῶν χρόνων μετέλευσιν ἐπὶ τὰς τῶν ἀγαθοποιῶν κακοποιῶν ἀκτινοβολίας ἢ μοίρας παραγενόμενοι αἴτιοι ἢ ἀγαθῶν ἢ φαύλων καθίστανται, ὁτὲ δὴ καὶ τὸ τέλος ἐπάγουσι, πῶς οὐχὶ μᾶλλον καὶ ἡ τῶν λοιπῶν ἀστέρων δύναμις εὐτονήσει πρὸς ἄφεσιν καὶ ἀκτινοβολίαν; ἢ μόνοις τοῖς τρισὶ τὴν κυρίαν τῆς ἀφέσεως προσνέμομεν, τοὺς δὲ λοιποὺς διὰ παντὸς στηρίζοντας καὶ πεπηγότας καθάπερ σημείων χάριν ἐσομένους παρίεμεν; πᾶς δὲ ἀστὴρ κατὰ τὴν ἰδίαν φορὰν τοῦ ἀνέμου κινούμενος ἀποτελεστικὸς ἀγαθοῦ τε καὶ κακοῦ γενήσεται.