Ancient Greek · ~8 min
Liber V., θ΄. Τίς ἡ αἰτία τοῦ μὴ τὰ αὐτὰ διὰ δωδεκαετίας ἀποτελέσματα συμβαίνειν, ἀλλ᾿ ὁτὲ μὲν προσδοκωμένων ἀγαθῶν φαῦλα συνέβη ἢ τοὐναντίον φαύλων ἀγαθά, ἔσθ᾿ ὅτε δὲ καὶ εἰς κενὰ ζῴδια τῆς διαιρέσεως πιπτούσης μεγάλα ἀγαθὰ ἢ φαῦλα συνέβη.
Vettius Valens, Anthologiarum libri ix 8-11
Not analysed yet
Ταῦτα δὲ ἐκ πείρας αὐτὸς δοκιμάσας συνίστημι· πολλάκις γὰρ μηδεμιᾶς ἐπικρατήσεως οἰκείως εὑρεθείσης μήτε οἰκοδεσποτικῆς προφάσεως μήθ᾿ ἑτέρας ἀγωγῆς ἐνδειξαμένης ἐνέργειαν μεγάλα αἴτια ἀγαθῶν καὶ ἀπροσδόκητα ἐγένετο, ὁτὲ δὲ κινδυνώδεις καὶ θανατηφόροι περιστάσεις ἐπηκολούθησαν· ἅπερ ἐκ τῆς τῶν ἀστέρων ἀφέσεως κατελαβόμην. γενόμενοι γὰρ οἱ κακοποιοὶ κατὰ μοιρικὴν κίνησιν ἐπὶ τὸν ὡροσκόπον ἢ τὸν Ἥλιον ἢ τὴν Σελήνην τὸ τέλος ἐπήνεγκαν, ἐπὶ δὲ τὸ μεσουράνημα ἢ τοὺς ἐπικαίρους τόπους ἀπραξίας καὶ αἰτίας ἐπιταράχους ἢ κινδυνώδεις· ὁμοίως δὲ καὶ οἱ ἀγαθοποιοὶ δόξας καὶ προρανείας καὶ ὠφελείας, ἐάν πως καὶ ἡ ἄφεσις τῆς ὑποστάσεως περὶ τὸν Ἥλιον ἢ τὴν Σελήνην ἢ τὸν ὡροσκόπον εὑρεθῇ καὶ περὶ τὸν οἰκοδεσπότην. περὶ μέντοι τὰς λοιπὰς τῶν πραγμάτων ἀφορμὰς καὶ περὶ τὸν βίον γενομένας αἱρέσεις χρὴ ταῖς λοιπαῖς τῶν ἀστέρων ἀφέσεσι καὶ μαρτυρίαις καὶ ἀκτινοβολίαις προσέχειν. πῶς γὰρ οὐχὶ Κρόνος καὶ Ἄρης κατὰ μοιρικὴν ἄφεσιν κατὰ τὸν ὡροσκόπον ἢ τὸν Ἥλιον ἢ τὴν Σελήνην γενόμενοι ὑποστάσεως ἐτῶν οὔσης ἀσθένειαν κατασκευάσουσι καὶ αἰφνιδίως κλιμακτῆρας ἢ πατρὸς ἢ μητρὸς θάνατον ἢ μειζόνων ἔχθρας ἢ δόξης καθαίρεσιν ἢ φόθους ἐπισφαλεῖς καὶ τὰ λοιπά, ὅσα ἡ φύσις αὐτῶν παραδεικνύει; ἐπὶ δὲ τόπων καὶ μοιρῶν Ἀρροδίτης γυναικὸς ἢ θηλυκῶν προσώπων θανάτους ἔχθρας καὶ ταραχὰς καὶ σκυλμοὺς βιωτικοὺς ψόγους τε καὶ ἔπαισχρα πάθη· ἐπὶ δὲ τῶν τοῦ Ἑρμοῦ κρίσεις καὶ ἐπηρείας γραπτῶν χάριν ἢ ἀργυρικῶν μυστικῶν πραγμάτων, ἢ ἀδελφῶν ἢ συγγενῶν ἢ σωμάτων θανάτους· ἐπὶ δὲ τῶν τοῦ Διὸς δόξας, κληρονομίας, περικτήσεις, παιδοποιίας, προκοπάς, συστάσεις μειζόνων. ὁμοίως δὲ καὶ ἕκαστος ἀστὴρ κατὰ τὴν ἰδίαν δύναμιν καὶ τοὺς ἐπικειμένους ἢ ἀκτινοβολοῦντας ἐνεργήσει· καὶ ἐν μὲν τοῖς χρηματιστικοῖς ζῳδίοις ἢ ἐπικέντροις βεβαιότεροι καὶ εὐτονὼτεροι πρὸς τὸ ἀποτέλεσμα γενήσονται, ἐν δὲ τοῖς ἀποκλίμασιν ἣττονες. ἐὰν μέντοι ἀναποδιστικὸς ἀστὴρ εὑρεθῇ, οὐ κατὰ τὸ ἑξῆς τὴν ἄφεσιν ποιησόμεθα, ἀλλὰ ἀνωφερῶς· καὶ σκοπήσαντες ἕως ποίας μοίρας ἀναποδίζει, ἐκείνην συγκρινοῦμεν τίνα δύναται ἀκτινοβολῆσαι κατ᾿ ἐκεῖνον τὸν χρόνον. ἐὰν γάρ πως ἀπόστροφος κατὰ τὸ παρὸν οὗτινος ἀστέρος ἢ κέντρου τύχῃ, κατὰ δὲ τὴν τοῦ ἀναποδισμοῦ χρονογραφίαν ἀπὸ ἑτέρου ζῳδίου εἰς ἕτερον ζῴδιον γενόμενος ἀκτινοβολήσῃ, ἐνεργήσει πρὸς τὸ ἀγαθὸν ἢ φαῦλον.