Ancient Greek · ~6 min
Liber VI., α΄. Περὶ ἐμπράκτων καὶ ἀπράκτων χρόνων κατὰ τὴν τῶν χρόνων μοιρικὴν διάστασιν καὶ συναφήν.
Vettius Valens, Anthologiarum libri ix 7-19
Not analysed yet
Αἱ μέντοι πόρρωθεν διαστάσεις βραδυτέραν τὴν ἀποτελεσματογραφίαν κέκτηνται, αἰ δὲ πλησίον σύντομον. τινὲς δὲ συνοδεύουσαι τὸν χρόνον ὅμοιον ἀποτελοῦσι διὰ παντὸς κατὰ τὴν τοῦ ἀγαθοποιοῦ ἢ κακοποιοῦ παράδοσιν πρὸς βραχύν χρόνον χρηματίσασαι. προκοπὴν καὶ πίστιν καὶ ὡφέλειαν ἐνεδείξαντο καὶ μακαριότητα καὶ εὐεργεσίαν καὶ δε τοῦ διαστήματος καὶ ἑτέρου κακοποιοῦ ἀντιπαραλαμβάνοντος τὸν χρόνον διὰ κατηγορίαν καὶ φθόνον εἰς καθαίρεσιν καὶ ἀτιμίαν καὶ δυστυχίαν ἐχώρησεν ἤ καὶ αἰχνίδιον κίνδυνον. ἔσθʼ ὅτε δὲ ἐπί τινων συνδραμοῦσα ἐπὶ πολὺ πάλιν ἀγαθοποιοῦ παραλαμβάνοντος ἀποκατάστασιν τῆς τύχης καὶ δόξης ἐποιήσατο. συγκρίνειν δὲ δεῖ καὶ πρὸς τὴν τοῦ ὡροσκόπου μοίραν τάς καταντήσεις. ἐκ τούτων γάρ καὶ κλιμακτηρικοὶ χρόνοι καὶ ἐπίνοσοι καὶ ἐπισινεῖς καὶ κινδυνώδεις καταλαμβάνονται, ἄλλως τε καὶ ὑγιεινοὶ καὶ ἐπιτερπεῖς καὶ ἐπέραστοι καὶ καταθύμιοι κατὰ τὴν τῶν ἀγαθοvποιῶν καὶ κακοποιῶν παρουσίαν. οὕτως γὰρ ἡ ψυχὴ ἀτάραχος καὶ ἰσχυρά ὑπάρχουσα δοκεῖ φρονεῖν καὶ πράσσειν τὰ καθήκοντα καὶ εἰς πολλὰ ἐκτείνεται καὶ εὐεργετικὴ καθίσταται καὶ εὐφημεῖταί τε καὶ μακαρίζεται, παρηγορεῖται δὲ καὶ σῶμα. ἐκ τούτων δὲ ὑπολαμβάνω τοὺς ἐπὶ πλάτους κατά καιρὸν ἀγαθούς τε καὶ πονηρούς ἀνθρώπους τυγχάνειν, ὅπερ οἱ φυσικοὶ τὴν ἀρχῆς κρίσιν διαφυλάττουσιν. ὁπόταν δὲ κακωθῇ, δολουμένη ἀδιανόητος γίνεται· εἰ γὰρ καὶ πολυαπεχθὴς πανοῦργός τε καὶ πονηρὰ διαλαμβάνεται καὶ μανιώδης τὰ ἐναντία φρονοῦσα, ὡς καὶ καθʼ ἑαυτῆς κινδυνῶδές τι μηχανήσασθαι, καὶ οὕτως βαρουμένη, τὸν ζωτικὸν χρόνον ἐναντίον πρὸς τέλος μὴ ὑπομένουσα τῳ ἀνιαρῷ ἀδοξοῦσα χωρίζεται τοῦ σώματος καὶ συνοδεύουσα τῳ καταναγκάσαντι δαίμονι, ψερομένη ὅποι ποτὲ ἐκεῖνος βούλεται.