Ancient Greek · ~3 min
Liber VI., α΄. Περὶ ἐμπράκτων καὶ ἀπράκτων χρόνων κατὰ τὴν τῶν χρόνων μοιρικὴν διάστασιν καὶ συναφήν.
Vettius Valens, Anthologiarum libri ix 6-24
Not analysed yet
Συγκρίνειν δὲ δεῖ τὰς τῶν παραδόσεων δυνάμεις, τίνων εὐτονμωτέρα ἂν ἦ. ἐὰν μὲν γὰρ ἡ τῶν κακοποιῶν, σφαλέντες τῶν προσδοκωμένων. ἀγαθῶν οἱ γενόμενοι κεναῖς ἐλπίσι βουκοληθέντες ἀνιαρὰς λύπας ἀναδέξονται· ἐὰν δὲ ἡ τῶν ἀγαθοποιῶν, μετʼ ἀναβολῆς καὶ κακοπαθείας καὶ ἐναντιωμάτων καὶ ἐξοδιασμῶν περιγενήσονται ἢ καὶ μετὶ φόβων καὶ κινδύνων θανατικῶν σίνη τε καὶ πάθη καὶ κακωτικὰς αἰτίας διαφυγόντες καὶ αὐτὸ τοῦτο κέρδος ἀγαθὸν ἡγούμενοι μετʼ ἀνάγκης τὴν τιμωρίαν ὑπομενοῦσιν. ὁ δὲ ὁλοτελὴς τρόπος τῶν παραδόσεων νοείσθω κατὰ τὴν τῆς γενέσεως ὑπόστασιν καὶ κατὰ τὴν τῶν καθολικῶν χρόνων διαίρεσιν, καθώς τοῖς πρότερον δεδήλωται, καὶ σκοπεῖν, πότερον ἐπισήμου ἐστὶν ἡ γένεσις μετρίου εἰς ὕψος μετροῦντος ἢ καθαιρουμένου ἥ ἐπιδίκου καὶ τὰ λοιπά· τοιαύτην γάρ δύναμιν ἀναλαμβάνουσιν οἱ ἀστέρες κατὰ τὰς τῶν χρόνων ἀνακυκλήσεις, ὁποίαν ἡ καταβολὴ προδείκνυσιν.