Ancient Greek · ~4 min
Liber VIII., Ϛ΄ Περὶ πήξεως τῶν ἀναφορῶν καὶ τῶν τριῶν ὅρων.
Vettius Valens, Anthologiarum libri ix 7-24
Not analysed yet
Ἄλλη. Τραϊανοῦ ἕτος ζ΄ κλίμα β΄ ζ΄ εἰς η΄ ὥρα νυκτερινὴ ι΄ Ἥλιος Λέοντι κβ΄, Σελήνη Γαύρῳ ιδ΄, ὡροσκόπος Κριῷ. ἐν τῷ ὀργάνῳ κατὰ τὰς κβ΄ μοίρας τοῦ Ἡλίου ἐν τῷ Λέοντι εὗρον Παρθένον· ἐν Παρθένῳ εἰς τὰς κβ΄ εὗρον Καρκίνον· τοῦτον ζητῶ ἐν ὡροσκόπῳ Κριῷ τὸν Καρκίνον. εὗρον περὶ μοίρας κϚ΄· οὗτος ἔσται ὁ ἡλιακὸς ὡροσκοπικὸς γνώμων. εἶτα ὁμοίως τὰς Σελήνης μοίρας ιδ΄ ἔχων εἰσέρχομαι εἰς τὸν Ταῦρον καὶ εὑρίσκω παρακειμένους Διδύμους καὶ εἰσφέρω τὰς τοῦ ἡλιακοῦ γνώμονος μοίρας κϚ΄ καὶ εὑρίσκω παρακείμενον Ὑδροχόον. τοῦτον ζητῶ ἐν Κριῷ τῷ ὡροσκοποῦντι· εὗρον περὶ μοίρας κα΄· οὗτος γέγονεν σεληνιακὸς γνώμων. μεταξὺ δὲ τούτου καὶ τοῦ ἡλιακοῦ γνώμονος εὑρέθη σελίδιον α΄ ὅ δηλοῖ μοῖραν α΄ ταύτην προσέθηκα ταῖς προευρεθείσαις μοίραις κϚ΄ καὶ γίνονται μοῖραι κζ΄· ὁ ὡροσκόπος Κριῷ ἔσται μοίραις κζ΄ . εἰσῆλθον εἰς τὰς ἀναφορὰς τοῦ Κριοῦ κατὰ τὸ β΄ κλίμα καὶ εὗρον ἐν τῷ β΄ ὅρῳ κατὰ τὰς κζ΄ παρακείμενα ἔτη μα΄ λϚ΄· ἐτελεύτα τῷ μβ΄ ἔτει.