Ancient Greek · ~3 min
Liber VIII., Ϛ΄ Περὶ πήξεως τῶν ἀναφορῶν καὶ τῶν τριῶν ὅρων.
Vettius Valens, Anthologiarum libri ix 8-13
Not analysed yet
Ἄλλη. Τραϊανοῦ ἔτος ιη΄ Παϋνὶ ιδ΄ ὥρα ἡμερινὴ ε΄ κδ΄ ὁ Ἥλιος Διδύμοις κ΄, Σελήνη Γαύρῳ κζ΄, ὡροσκόπος Παρθένῳ. ταῖς κ΄ μοίραις τοῦ Ἡλίου παράκειται Καρκίνος· ἐν Καρκίνῳ ταῖς κ΄ παράκειται Παρθένος· Παρθένον ζητῶ ἐν τῷ ὡροσκοποῦντι, εὗρον περὶ μοίρας α΄ β΄ γ΄ οὗτος ἡλιακὸς γνώμων. εἶτα ταῖς τῆς Σελήνης μοίραις κζ΄ παράκειται Κριός· ἐν Κρίῷ τὰς τοῦ ἡλιακοῦ γνώμονος ζητῶ α΄ β΄ γ΄ ,εὗρον Λέοντα. τοῦτον ζητῶ ἐν Παρθένῳ, εὗρον περὶ μοίρας δ΄ ε΄· μεταξὺ δὲ οὐδὲν σελίδιον, ὡροσκόπος Παρθένῳ α΄ μοίρᾳ. εἰσῆλθον εἰς τὰς ἀναφοράς ἐν τῷ α΄ κλίματι καὶ εὗρον κατὰ τὴν α΄ μοῖραν τῆς Παρθένου ἐν τῷ β΄ ὅρῳ ἔτη λθ΄ λϚ΄ ἐτελεύτα ἐτῶν μ΄ .