Ancient Greek · ~3 min
Liber VII., ε’. Ἀγωγὴ περὶ χρόνων ἐμράκτων καὶ ἀπράκτων πρὸς τὸ ἦμισυ καὶ τρίτον καὶ δύο τρίτα τῶν τε ἀναφορῶν καὶ τῶν περιόδων τῶν ἀστέρων.
Vettius Valens, Anthologiarum libri ix 8-12
Not analysed yet
Ἄλλη. Ἥλιος Σελήνη Καρκίνῳ. Κρόνος Ζεὺς Ἄρης Κριῷ, Ἀφ ροδίτη Ἑρμῆς ὡροσκόπος Διδύμοις, κλίμα α´. τῷ μὲν μζ´ ἔτει καὶ μή καὶ μθ´ ἐνόσησε καὶ αἵματος πολλὴν ῥύσιν ὑπομείνας παρείθη, δὲ τοῖς αὐτοῖς χρόνοις ἔκπτωτος ἐγένετο. τὰ μὲν οὖν μζ´ ἔτη ἐδήλου Καρκίνος λα´ μ´ καὶ Ἄρης ιε´ . γίνονται μϚ´ μῆνες η´· τὰ δὲ μή πάλιν Καρκίνου λα´ μ´ καὶ Σελήνης κε´ καὶ Ἄρεως ιε´ ,γίνονται οβ´, ὧν δίμοιρον μή . ἐχρημάτισε μὲν οὖν τῷ μή ἔτει καὶ ἡ τῶν Διδύμων ἀναφορά κη´ κ´ καὶ ἡ τοῦ Ερμοῦ περίοδος κ´, γίνονται μη´ μῆνες δ´· ὅθεν καὶ μικράς φιλανθρωπίας ἔτυχε καὶ πορισμοῦ τῷ μθ´ ἔτει. Ἥλιος καὶ Κρόνος ἐμέρισαν ιθ´ ναὶ λ´ ,γίνονται μθ´ · οἱ οὖν κακοποιοὶ καθυπερτερήσαντες τὰ φῶτα μεγάλων κινδύνων παραίτιοι· καὶ εἰ μὴ συμπαρῆν Ζεύς, πάντως ἄν καὶ βιαιοθανασίαν ἐπήγαγον.