Ancient Greek · ~3 min
Liber VII., ε’. Ἀγωγὴ περὶ χρόνων ἐμράκτων καὶ ἀπράκτων πρὸς τὸ ἦμισυ καὶ τρίτον καὶ δύο τρίτα τῶν τε ἀναφορῶν καὶ τῶν περιόδων τῶν ἀστέρων.
Vettius Valens, Anthologiarum libri ix 9-9
Not analysed yet
Ἄλλη. Ἥλιος Ἑρμῆς Αἰγόκερῳ. Σελήνη Ἄρης ὡροσκόπος Ταύρῳ, Κρόνος Σκορπίῳ, Ζεὺς Καρκίνῳ, Ἀφροδίτη Ἰχθύσιν, κλίμα Ϛ´ τῷ λε´ ἔτει ἀπὸ δουλείας φυγών πολλὰ ἐσύλησε καὶ πρὸς ὀλίγον χρόνον διαλαθὼν συνελήφθη τῷ αὐτῷ ἔτει. ἀμφότερα γὰρ τὰ διάμετρα ἐχρημάτισε· συνήγαγε γὰρ ἀνὰ ξ´ ὧν ἥμισυ λ´ Αἰγόκερω γὰρ κη´ καὶ Ἑρμοῦ κ´ καὶ Διὸς ιβ´ γίνονται ξ´ ,ὧν ἥμισυ λ´ καὶ Κρόνου λ´ καὶ Ἄρεως ιε´ ,ὧν δίμοιρον λ´ καὶ Καρκίνου κε´ καὶ Διὸς ιβ´, ἐκ τριγώνου δὲ Ἀφροδίτης η´ γίνονται με´ ,ὧν δίμοιρον γίνεται λ´ ἔδοξεν οὖν διὰ τοὺς ἀγαθοποιοὺς πρὸς ὀλίγον ἀποπεφευγέναι τὸν κίνδυνον καὶ ἡδέως διατεθεῖσθαι ἐκ τῶν συλῶν διὰ τὸ τούς κακοποιοὺς ἐμπεπτωκέναι.