Ancient Greek · ~6 min
Vettii Valentis Anthologiarum liber I., κ΄. Περὶ ψήψου Ἡλίου καὶ τῶν ε΄ ἀστέρων.
Vettius Valens, Anthologiarum libri ix 8-4
Not analysed yet
Ἔστω δὲ ἐπὶ ὑποδείγματος ιγ΄ Τραῖανοῦ Φαμενὼθ ιη΄· τὰ ἀπὸ Αὐγούστου ἔτη πλήρη ρλη΄. ἐκ τούτων ἀφεῖλον δ΄ τριακοντάδας, ἀνθ᾿ ὧν ἀναλαμβάνω ἑκάστου κύκλου ἀνὰ ε΄, γίνονται κ΄· τάς δὲ περιλειφθείσας ιη΄ πολυπλασιάζω ἐπὶ τὸν ιβ΄, γίνονται σιϚ΄· καὶ ἀπὸ Θὼθ ἕως Φαμενὼθ ἑκάστου μηνὸς ἀνὰ α΄, γίνονται Ϛ· ὁμοῦ πᾶσαι σμγ΄. ἔπειτα ταύτας ἀπολύω ἀπὸ Καρκίνου ἀνὰ λ΄, καταλήγει Ἰχθύσιν· ἐκεῖ Κρόνος. —Πάλιν ρλη΄ ἐμέρισα εἰς τὰς ιβ΄, ια΄ καὶ λοιπὰ Ϛ΄· ταῦτα δωδεκάκις γίνονται οβ΄, καὶ ἑκάστου ἐκκρουσθέντος κύκλου ἀνὰ α΄, γίνονται ια΄, καὶ τῶν μηνῶν ζ΄, γίνονται 𝒢΄· ταύτας ἀπὸ Ταύρου ἀνὰ ιβ΄. καταλήγει Τοξότῃ· ἐκεῖ Ζεύς. —Εἶτα τὸν Ἄρεα οὕτως· ἀπὸ Καίσαρος ἕως τοῦ ζητουμένου ἔτους γίνονται ρλθ΄, ἐκ τούτων λ΄ ἀχεῖλον τετράκις, λοιπαὶ ια΄. ἐπεὶ οὖν ὁ περιλειφθεὶς ἀριθμὸς ἄνισος εὑρέθη, ἔγνων ὅτι τὴν ἄφεσιν ἀπὸ Ζυγοῦ δεῖ με ποιῆσαι. ταύτας οὖν ἐδίπλωσα, γίνονται κβ΄, καὶ ἑκάστου μηνὸς ἕως Φαμενώθ, γίνονται ιζ΄, ὁμοῦ πᾶσαι λθ΄· ἐμέρισα ταύτας. ἀπολύω ἀπὸ Ζυγοῦ διδοὺς ἑκάστῳ ζῳδίῳ ἀνὰ ε΄, καταλήγει Ταύρῳ· ἐκεῖ Ἄρης. —Τὴν δὲ Ἀφροδίτην οὕτως. ρλθ΄ ἐμέρισα παρά τὸν η΄, λοιπαὶ γ΄, αἳ σημαίνουσι στηριγμόν, ἐποχὴν δὲ Φαωθὶ ι΄ Τοξότῃ. παραλαμβάνω τὰς λοιπὰς τοῦ Φαωθὶ κ΄, ἀπὸ δὲ Ἀθύρ ἕως Μεχὶρ ρκ΄ καὶ τοῦ Φαμενὼθ τὰς ιη΄, γίνονται ὁμοῦ ρνη΄. ἐκ τούτων ἀφαιρῶ τοῦ στηριγμοῦ καὶ τοῦ Τοξότου ρκ΄, λοιπὰ λη΄, ἃ ἀπολύω ἀπὸ Αίγοκέρωτος ἀνὰ κε΄· καταλήγει Ὑδροχόῳ· ἐκεῖ Ἀφροδίτη.