Ancient Greek · ~2 min
Liber II., κα΄. Τῶν προκειμένων κεφαλαίων ὑποδείγματα.
Vettius Valens, Anthologiarum libri ix 8-8
Not analysed yet
Ἄλλη. Ἥλιος Ἑρμῆς Σκορπίῳ, Σελήνη Ὑδροχόῳ, Κρόνος Λέσντι, Ἄρης Ἀφροδίτη Καρκίνῳ, Ζεὺς Παρθένῳ, ὡροσκόπος Τοξότῃ. νυκτερινῆς οὔσης τῆς γενέσεως οἱ κύριοι τοῦ τριγώνου Κρόνος καὶ Ἑρμῆς ἀποκεκλίκασιν ὅθεν ἀνωμάλισε πολλὰ ἐπὶ τῶν πρώτων χρόνων καὶ ὑπόχρεως διήγαγε, καίτοι γε ὑποστάσεως καλῆς περὶ τοὺς γονεῖς οὔσης. εἶθ᾿ οὕτως ὑστέρου κληρονομίας τυχών καὶ ἐτ προσκόπων ἀφορμῶν ἐπαυξηθεὶς τῳ βίῳ φιλόδοξος καὶ ἀρχικὸς καὶ δωρηματικὸς ἐγένετο καὶ ὄχλῳ ἀρεστὸς καὶ βασιλέων καὶ ἡγεμόνων φίλος καὶ ναοὺς καὶ ἔργα κατεσκεύασεν καὶ αἰωνίου μνήμης ἔτυχεν. εὑρέθη γὰρ ὁ κλῆρος τῆς τύχης καὶ τοῦ ὑψώματος Ἰχθύσι καὶ ὁ τούτου κύριος Ζεύς μεσουρανῶν.