Ancient Greek · ~4 min
9 to 11
Vettius Valens, Anthologiarum libri ix 9-6-11
Not analysed yet
Ἄλλη. Ἥλιος Ἑρμῆς Σκορπίῳ, Σελήνη Κριῷ, Κρόνος Παρθένῳ, Ζεὐς Ἰχθύσιν, Ἄρης Λέοντι. Ἀφροδίτη ὡροσκόπος Τοξότῃ. ἔτι νηπία οὖσα ἡ γένεσις ἐκληρονόμησε πλείστην ὕπαρξιν· εὑρέθη γὰρ ὁ περιποιητικὸς τόπος Ἰχθύσι Διὸς ἰδιοτοποῦντος, ἡ δὲ τοῦ τριγώνου ἐπίκοινος Ἀφροδίτη καὶ τοῦ κλήρου καὶ τοῦ ὑψώματος κυρία μοιρικὸς ὡροσκόπος. Ἄλλη. Ἥλιος Ἑρμῆς Αἰγόκερῳ, Σελήνη Κρόνος Τοξότῃ, Ζεὺς Καρκίνῳ, Ἄρης Παρθένῳ, Ἀφροδίτη Ὑδροχόῳ. ὡροσκόπος Ζυγῷ. οἱ κύριοι τοῦ τριγώνου ἐπίκεντροι μὲν εὑρέθησαν, ἀλλὰ ἐναντιούμενοι· ὅθεν ἀρχαῖς καλῶς ἀχθεῖσα ἡ γένεσις καὶ εὐπορήσασα ὑστέρου ἔκπτωτος καὶ ἐνδεὴς εὑρέθη προφάσει ἐμπρησμοῦ καὶ ἁρπαγῆς· καὶ γὰρ ὁ κύριος τοῦ κλήρου Ἄρης τῳ περιποιητικῷ εὑρέθη ἀποκεκλικώς καὶ ὑπὸ Κρόνου μαρτυρούμενος. Ἄλλη. Ἥλιος Ἀφροδίτη ὡροσκόπος Ταύρῳ, Σελήνη Ὑδροχόῳ, Κρόνος Καρκίνῳ, Ζεὺς Ζυγῷ, Ἄρης Ἑρμῆς Διδύμοις. τοῖς πρώτοις χρόνοις φαντασίας μεγάλας καὶ πράξεις καὶ πίστεις πολιτικάς ἔσχεν· ἔτυχον γὰρ οἱ κύριοι τοῦ τριγώνου ἐπίκεντροι. ὑστέρου δὲ καθαιρεθεὶς τῳ βίῳ ἀλήτης γέγονεν· ἠναντιώθη γὰρ τῇ περιποιήσει Ἄρης καὶ Ἑρμῆς, καὶ οἱ κύριοι τοῦ κλήρου καὶ τοῦ περιποιητικοῦ ἀποκεκλίκασι.