Ancient Greek
Chapter 24
Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1) 24
Not analysed yet
Αἴσωπος δὲ μὴ παιδοποιησάμενος, ἕνατινὰ τῶν εὐ- γενῶν, Ἔννον τὴν κλῆσιν, εἰσεποιήσατό τε καὶ ὡς γνή- σιον παῖδα τῷ βασιλεῖπροσενέγκας συνέστησε. μετὰ δʼ οὐ πολύν χρόνον τοῦ Ἔννου τῇ τοῦ θεμένου παλ- λακῇ συμφθαρέντος, Αἴσωπος τοῦτο γνούς, ἀπελαύ- νειν ἔμελλε τῆς οἰκίας. ὃ δὲ τῇ κατʼ ἐκείνου ὀργῇ ληφθείς, ἐπιστολήν τε πλασάμενος παρʼ Αἰσώπου δῆθεν πρὸς τούς ἀντισοφιζομένους Λυκήρῳ, ὡς αὐ- τοῖς ἕτοιμός ἐστι προστίθεσθαι μᾶλλον ἢ τῷ Λυ- κήρῳ, τῷ βασιλεῖ ἐνεχείρισε, τῷ τοῦ Αἰσώπου ταύ- την σφραγισάμενος δακτυλίῳ. ὁ δὲ βασιλεύς τῇ τε] σφραγῖδι πεισθεὶς καὶ ἀπαραιτήτῳ ὀργῇ χρησάμε- νος, παραχρῆμα τῷ Ἑρμίππῳ κελεύει, μηδὲν ἐξετά- σαντα οἷα δὴ προδότην διαχειρίσασθαι Αἴσωπον. ὁ δὲ Ἕρμιππος φίλος τε ἦν τῷ Αἰσώπῳ καὶ τότε δὴ τὸν φίλον ἐπέδειξεν. ἔν τινι γὰρ τῶν τάφων μηδενὸς εἰδότος κρύψας τὸν ἄνθρωπον, ἐν ἀπορρή- τοις ἔτρεφεν. Ἔννος δέ, τοῦ βασιλέως κελεύσαντος, πᾶσαν τὴν διοίκησιν Αἰσώπου παρέλαβε.