Ancient Greek
Chapter 30
Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1) 30
Not analysed yet
καὶ φησίν· ,,εἰσί μοι θήλειαι ὧδε ἵπποι, αἵπερ ἐπειδὰν ἀκούσωσι τῶν ἐν Βαβυ- λῶνι ἵππων χρεμετιζόντων, εὐθὺς σνλλαμβάνουσιν. εἴ σοι πρὸς τοῦτο πάρεστι σοφία, ἐπίδειξαι. “καὶ ὁ Αἴσωπος ,,αὔριον ἀποκρινοῦμαί σοι, βασιλεῦ “ἐλθὼν δʼ οὐ κατήγετο, αἴλουρον τοῖς παισὶν ἐκέλευσε συλ- λαβεῖν, καὶ συλληφθέντα δημοσίᾳ περιάγεσθαι μα- κτιζόμενον. οἱ δὲ Αἰγύπτιοι τὸ ζῷον σεβόμενοι, οὕτω κακῶς πάσχον αὐτὸ θεασάμενοί, συνέδραμον, καὶ τὸν αἴλουρον τῆς χειρὸς τῶν μαστιγούντων ἐκσπάσαντες, ἀναγγέλλουσιν ὡς τάχος τῷ βασιλεῖ τὸ πάθος. ὃ δὲ καλέσας τὸν Αἴσωπον, ,,οὐκ ᾔδεις“ φησίν ,,Αἴσωπε, ὡς θεὸς σεβόμενος παρʼ ἡμῖν ἔστιν αἴλουρος ; ἵνα τι γοῦν τοῦτο πεποίηκας; “καὶ ὅς ,,Λυκῆρον τὸν βασιλέα ἠδίκησεν, ὦ βασιλεῦ, τῆς παρελθούσης νυκτὸς οὗτος ὁ αἴλουρος· ἀλεκτρυόνα γὰρ αὐτοῦ πεφόνευκε μάχιμον καὶ γενναῖον, προ- σέτι μὴν καὶ τὰς ὥρας αὐτῷ τῆς νυκτὸς σημαίνοντα. “καὶ ὁ βασιλεύς· „οὐκ αἰσχύνῃ ψευδόμενος, Αἴσωπε; πῶς γὰρ ἐν μιᾷ νυκτὶ αἴλουρος ἀπʼ Αἰγύπτου ἦλθεν εἰς Βαβυλῶνα“; κἀκεῖνος μειδιάσας φησί· „καὶ πῶς, ὦ βασιλεῦ, ἐν Βαβυλῶνι τῶν ἵππων χρεμετιζόντων, αἱ ἐνθάδε θήλειαι ἵπποι συλλαμβάνουσιν; “ὁ δὲ βασι- λεὺς ταῦτα ἀκούσας, τὴν αὐτοῦ φρόνησιν ἐμακάρισε.