Ancient Greek · ~3 min
Dfhg-Source dfhg1_XANTHUS
XANTHUS, Fragmenta 1
Not analysed yet
Ξάνθος δὲ ὁ Λυδὸς ἱστορίας παλαιᾶς, εἰ καί τις ἄλλος, ἔμπειρος ὢν, τῆς δὲ πατρίου καὶ βεβαιωτὴς ἂν οὐδενὸς ὑποδεέστερος νομισθεὶς, οὔτε Τυῤῥηνὸν ὠνόμακεν οὐδαμοῦ τῆς γραφῆς δυνάστην Λυδῶν, οὔτε ἀποικίαν Μηϊόνων εἰς Ἰταλίαν κατασχοῦσαν ἐπίσταται, Τυῤῥηνίας τε μνήμην ὡς Λυδῶν ἀποικήσεως, ταπεινοτέρων ἄλλων μεμνημένος, οὐδεμίαν πεποίηται· Ἄτους δὲ παῖδας γενέσθαι λέγει Λυδὸν καὶ Τόῤῥηβον· τούτους δὲ, μερισαμένους τὴν πατρῴαν ἀρχὴν, ἐν Ἀσίᾳ καταμεῖναι ἀμφοτέρους, καὶ τοῖς ἔθνεσιν, ὧν ἦρξαν, ἐπ ̓ ἐκείνων φησὶ τεθῆναι τὰς ὀνομασίας λέγων ὧδε· «Ἀπὸ Λυδοῦ μὲν γίνονται Λυδοὶ, ἀπὸ δὲ Τοῤῥήβου Τόῤῥηβοι· τούτων ἡ γλῶσσα ὀλίγον παραφέρει, καὶ νῦν ἔτι συλοῦσιν ἀλλήλους ῥήματα οὐκ ὀλίγα, ὥσπερ Ἴωνες καὶ Δωριεῖς.»