Ancient Greek · ~1 min
Dfhg-Source dfhg1_XANTHUS
XANTHUS, Fragmenta 2
Not analysed yet
Τόῤῥηβος, πόλις Λυδίας ἀπὸ Τοῤῥήβου τοῦ Ἄτυος. Ἐν δὲ τῇ Τοῤῥηβίδι ἔστιν ὄρος Κάριος καλούμενον, καὶ ἱερὸν τοῦ Καρίου ἐκεῖ. Κάριος δὲ Διὸς παῖς καὶ Τοῤῥηβίας, ὡς Νικόλαος τετάρτῳ· ὃς πλαζόμενος περί τινα λίμνην, ἥτις ἀπ ̓ αὐτοῦ Τοῤῥηβία ἐκλήθη, φθογγῆς Νυμφῶν ἀκούσας, ἃς καὶ Μούσας Λυδοὶ καλοῦσι, καὶ μουσικὴν ἐδιδάχθη, καὶ αὐτὸς (τοὺς) Λυδοὺς ἐδίδαξε τὰ μέλη.