Ancient Greek · ~2 min
Dfhg-Source dfhg1_XANTHUS
XANTHUS, Fragmenta 10
Not analysed yet
Ξάνθος ἱστορεῖ, Ἄλκιμόν τινα βασιλεῦσαι τῆς ἐκεῖσε χώρας, εὐσεβέστατον καὶ πρᾳότατον ἄνθρωπον· καὶ ἐπ ̓ αὐτοῦ γενέσθαι εἰρήνην βαθεῖαν καὶ πλοῦτον πολὺν, ἀδέως δὲ καὶ ἀνεπιβουλεύτως ζῇν ἕκαστον· εἶτα ἐπειδὴ ἑπτὰ ἔτη ἦν τῷ Ἀλκίμῳ, προσελθόντας τοὺς Λυδοὺς παγγενῆ (παγγενεί) τε καὶ πανδημεὶ προσεύξασθαι, καὶ αἰτῆσαι τῷ Ἀλκίμῳ τοίαῦτα ἔτη δοθῆναι ἐς τὸ Λυδῶν ἀγαθόν· ὃ καὶ γέγονε καὶ ἐν εὐποτμίᾳ τε καὶ εὐδαιμονίᾳ πολλῇ διῆγον.