Ancient Greek · ~2 min
11 to 12
XANTHUS, Fragmenta 11-12
Not analysed yet
Ἡ δέ γε Ἀτεργάτις, ὥσπερ Ξάνθος λέγει ὁ Λυδὸς, ὑπὸ Μόψου τοῦ Λυδοῦ ἁλοῦσα, κατεποντίσθη μετὰ Ἰχθύος τοῦ υἱοῦ ἐν τῇ περὶ Ἀσκάλωνα λίμνῃ διὰ τὴν ὕβριν, καὶ ὑπὸ ἰχθύων κατεβρώθη. Ξάνθος δὲ, ἐν τοῖς Λυδιακοῖς, Κάμβλητα φησὶ, τὸν βασιλεύσαντα Λυδῶν, πολυφάγον γενέσθαι καὶ πολυπότην, ἔτι δὲ γαστρίμαργον· τοῦτον οὖν ποτε νυκτὸς τὴν ἑαυτοῦ γυναῖκα κατακρεουργήσαντα καταφαγεῖν· ἔπειτα πρωὶ, εὑρόντα τὴν χεῖρα τῆς γυναικὸς ἐνοῦσαν ἐν τῷ στόματι, ἑαυτὸν ἀποσφάξαι περιβοήτου τῆς πράξεως γενομένης.