Ancient Greek · ~1 min
14 to 18
XANTHUS, Fragmenta 14-18
Not analysed yet
Λυδία ἡ χώρα. Ξάνθος ἐν Λυδιακῶν πρώτῳ· τὸ ἐθνικὸν Λυδὸς καὶ Λυδαῖος. Λυκοσθένη, πόλις Λυδίας. Ξάνθος πρώτῃ Λυδιακῶν· ἣν καὶ Λυκοσθένειαν Νικόλαός φησιν· ὁ πολίτης Λυκοσθενεὺς, ὡς Βερενικεύς· παρὰ δὲ Λυδοῖς Λυκοσθενίτης, ὡς Δικαιαρχίτης. Ἀρδύνιον, πόλις ἐν Θήβης πεδίῳ, ὡς Ξάνθος ἐν Λυδιακῶν δευτέρῳ· τὸ ἐθνικὸν Ἀρδύνιος. Στρόγωλα, πόλις Λυδίας· Ξάνθος ἐν Λυδιακῶν δευτέρῳ· τὸ ἐθνικὸν Στρογωλεύς.