Ancient Greek · ~3 min
Dfhg-Source dfhg1_XANTHUS
XANTHUS, Fragmenta 13
Not analysed yet
Διαφόρως δὲ καὶ τοῖς πολλοῖς ἱστορεῖται καὶ τὰ Νιόβης· οὐ γὰρ Ταντάλου φασὶν (illorum scriptorum nomina initio capitis reposuit Parthenius) αὐτὴν γενέσθαι, ἀλλ ̓ Ἀσσάονος μὲν θυγατέρα, Φιλόττου δὲ γυναῖκα· εἰς ἔριν δὲ ἀφικομένην Λητοῖ περὶ καλλιτεκνίας, ὑποσχεῖν τίσιν τοιάνδε· τὸν μὲν Φίλοττον ἐν κυνηγίᾳ διαφθαρῆναι· τὸν δὲ Ἀσσάονα, τῆς θυγατρὸς πόθῳ σχόμενον, αὐτὴν αὐτῷ (Legrand suspicatur excidisse ἀξιῶσαι vel simile quid, aut legendum μνήσασθαι. Cod. Autem Parisiensis a Bastio collatus, exhibet αὐτὴν αὑτῷ γήμασθαι) γήμασθαι· μὴ ἐνδιδούσης δὲ τῆς Νιόβης, τοὺς παῖδας αὐτῆς εἰς εὐωχίαν καλέσαντα καταπρῆσαι (excidit τὴν οἰκίαν. Heyne)· καὶ τὴν μὲν διὰ ταύτην τὴν συμφορὰν ἀπὸ πέτρας ὑψηλοτάτης αὑτὴν δῖψαι· ἔννοιαν δὲ λαβόντα τῶν σφετέρων ἁμαρτημάτων, διαχρήσασθαι τὸν Ἀσσάονα ἑαυτόν.