Ancient Greek · ~1 min
Dfhg-Source dfhg1_XANTHUS
XANTHUS, Fragmenta 30
Not analysed yet
Φησὶ δ ̓ αὐτὸν (Ἐμπεδοκλέα) καὶ Ἀριστοτέλης ἐλεύθερον γεγονέναι, καὶ πάσης ἀρχῆς ἀλλότριον, εἴ γε τὴν βασιλείαν αὐτῷ διδομένην παρῃτήσατο, καθάπερ Ξάνθος ἐν τοῖς περὶ αὐτοῦ λέγει, τὴν λιτότητα δηλονότι πλέον ἀγαπήσας.