Ancient Greek · ~2 min
Dfhg-Source dfhg1_XANTHUS
XANTHUS, Fragmenta 29
Not analysed yet
Ἀπὸ δὲ τῶν Μάγων, ὧν ἄρξαι Ζωροάστρην τὸν Πέρσην, Ἑρμόδωρος μὲν ὁ Πλατωνικὸς ἐν τῷ περὶ μαθημάτων φησὶν. Ξάνθος δὲ ὁ Λυδὸς, εἰς τὴν Ξέρξου διάβασιν ἀπὸ τοῦ Ζωροάστρου, ἑξακόσια (duo Mss. ἑξακισχίλια) φησί· καὶ μετ ̓ αὐτὸν γεγονέναι πολλούς τινας Μάγους κατὰ διαδοχὴν, Ὀστάνας καὶ Ἀστραψύχους (Ἀστραμψύχους Suidas), καὶ Γωβρίας καὶ Παζάτας, μέχρι τῆς Περσῶν ὑπ ̓ Ἀλεξάνδρου καταλύσεως.