Ancient Greek · ~3 min
Dfhg-Source dfhg1_XANTHUS
XANTHUS, Fragmenta 8
Not analysed yet
Ὅτι τοὺς Μύσους, οἱ μὲν Θρᾷκας, οἱ δὲ Λυδοὺς εἰρήσασι κατ ̓ αἰτίαν παλαιὰν ἱστοροῦντες, ἣν Ξάνθος ὁ Λυδὸς γράφει καὶ Μενεκράτης ὁ Ἐλαίτης· ἐτυμολογοῦντες καὶ τὸ ὄνομα τὸ τῶν Μυσῶν ὅτι τὴν ὀξύην οὕτως ὀνομάζουσιν οἱ Λυδοί· πολλὴ δ ̓ ἡ ὀξύη κατὰ τὸν Ὄλυμπον, ὅπου ἐκτεθῆναί φασι τοὺς δεκατευθέντας· ἐκείνων δὲ ἀπογόνους εἶναι τοὺς ὕστερον Μυσοὺς, ἀπὸ τῆς ὀξύης οὕτω προσαγορευθέντας· μαρτυρεῖν δὲ καὶ τὴν διάλεκτον· μιξολύδιον γάρ πως εἶναι καὶ μιξοφρύγιον. Τέως μὲν γὰρ οἰκεῖν αὐτοὺς περὶ τὸν Ὄλυμπον· τῶν δὲ Φρύγων ἐκ τῆς Θρᾴκης περαιωθέντων, εἵλοντο τόν τε τῆς Τροίας ἄρχοντα, καὶ τῆς πλησίον γῆς· ἐκείνους μὲν ἐνταῦθα οἰκῆσαι· τοὺς δὲ Μυσοὺς περὶ τὰς (Mscripti ὑπὲρ τὰς) τοῦ Καίκου πηγὰς πλησίον Λυδῶν.