Ancient Greek
5 to 7
XANTHUS, Fragmenta 5-7
Not analysed yet
Ὁ μὲν γὰρ Ξάνθος ὁ Λυδὸς, μετὰ τὰ Τρωϊκὰ φησὶν ἐλθεῖν τοὺς Φρύγας ἐκ τῆς Εὐρώπης καὶ τῶν ἀριστερῶν τοῦ Πόντου· ἀγαγεῖν δ ̓ αὐτοὺς Σκαμάνδριον ἐκ Βερεκύντων καὶ Ἀσκανίας. Λόκοζος πόλις Φρυγίας, ἣν ᾤκουν Θρᾷκες Λοκόζιοι· κατεκλύσθη δὲ, ὡς Ξάνθος ὁ Λυδὸς, ὃς καὶ διὰ τοῦ ξ γράφει ἐν τόποις, Λοκοξίτας τούτους καλῶν. Σαγγάριος, ποταμὸς Φρυγίας· ὁ δὲ Μυρλεανὸς Σάγγαρον αὐτὸν λέγεσθαι φησίν. Ἑρμογένης δὲ ἐν τῷ περὶ Φρυγίας φησὶν, Σάγγαν τινὰ ἀσεβήσαντα περὶ τὴν Ῥέαν, μεταβαλεῖν εἰς τοῦτο τὸ ὕδωρ, καὶ ἀπ ̓ αὐτοῦ τὸν ποταμὸν Σαγγάριον ὀνομασθῆναι· πλησίον δὲ αὐτοῦ ὀρείας Δήμητρος ἱερόν ἐστιν, ὥς φησι Ξάνθος.