Ancient Greek · ~4 min
1 to 6
XENAGORAS, Fragmenta 1-6
Not analysed yet
Cosmes, Leon et Cnossus (Eudoxus?) πάντων ἀρχαιοτάτους Αἰγυπτίους φασί· καὶ ἐν Αἰγύπτῳ πρώτην κτισθῆναι πόλιν Θήβας. Καὶ Νικάνωρ δὲ τούτοις συμφωνεῖ, καὶ Ἀρχέμαχος ἐν ταῖς Μετωνυμίαις καὶ Ξεναγόρας ἐν πρώτῳ Χρόνων. Τινὲς δέ φασιν Ἐνδυμίωνα εὑρηκέναι τὰς περιόδους καὶ τοὺς ἀριθμοὺς τῆς σελήνης. Ὅθεν καὶ προσελήνους τοὺς Ἀρκάδας κληθῆναι· Ἀρκὰς γὰρ ὁ Ἐνδυμίων. Ἔνιοι δὲ ὑπὸ τοῦ Τυφῶνος. Ὑπὸ δὲ Ἄτλαντος Ξεναγόρας εἴρηκεν. Καὶ οἱ Σικελοὶ, τῆς γῆς ἀφορούσης, ἔθυσαν Πεδιοκράτει τινὶ ἥρωι, καὶ μετὰ τὴν ἐπάνοδον τῆς εὐφορίας πολλοῖς δώροις τὸν βωμὸν τῶν Παλικῶν ἐνέπλησαν. Κραυαλλίδαι· Αἰσχίνης ἐν τῷ Κατὰ Κτησιφῶντος (§107, p. 68, 38, ubi nunc Κραυγαλλίδαι). Δίδυμός φησι δεῖν γράφεσθαι Κραυγαλλίδαι· οὕτω γὰρ λέγεσθαι τὴν ἐν Φωκεῦσι πλησίον Κίρρας χώραν Κραυγάλλιον, ὡς καὶ Ξεναγόρας ἐν δ ̓ Χρόνων ἱστορεῖ. Ἀκόντιον, πόλις Ἀρκαδίας, ἀπὸ Ἀκοντίου τοῦ Λυκάονος. Ἔστι καὶ ἑτέρα Εὐβοίας, ὡς Ξεναγόρας καὶ Ἀνδροτίων ὀγδόῃ. Ξεναγόρας δὲ ὁ συγγραφεὺς; Ὀδυσσέως καὶ Κίρκης υἱοὺς γενέσθαι τρεῖς, Ῥῶμον, Ἀντίαν, Ἀρδέαν· οἰκίσαντας δὲ τερῖς πόλεις, ἀφ ̓ ἑαυτῶν θέσθαι τοῖς κτίσμασι τὰς ὀνομασίας.