Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_XENAGORAS
XENAGORAS, Fragmenta 8
Not analysed yet
Σφήκεια, ἡ Κύπρος· πρότερον γὰρ Σφήκεια ἐκαλεῖτο, ὥς φησι Στέφανος (scr. Φιλοστέφανος) ἐν τῷ Περὶ Κύπρου, ἀπὸ τῶν ἐνοικησάντων ἐκεῖσε ἀνδρῶν, οἳ ἐκαλοῦντο Σφῆκες. Ἐκαλεῖτο δὲ καὶ Κεραστία, ὡς Μένανδρος ἐν τῷ Περὶ Κύπρου λέγει, διὰ τὸ ἐνοικῆσαι αὐτῇ ἄνδρας, οἳ εἶχον κέρατα· ὡς δ ̓ ὁ Ξεναγόρας ἐν τῷ Περὶ νήσων, διὰ τὸ ἔχειν πολλὰς ἐνοχὰς (scr. Ἐξοχὰς), ἃς κέρατα καλοῦσι, Κεραστία ὠνομάσθη.