Ancient Greek · ~3 min
Play Por
Xenarchus Comic., Fragmenta 1-2
Not analysed yet
Οἱ μὲν ποιηταὶ λῆρός εἰσιν· οὐδὲ ἕν
καινὸν γὰρ εὑρίσκουσιν, ἀλλὰ μεταφέρει
ἕκαστος αὐτῶν ταὔτ' ἄνω τε καὶ κάτω.
τῶν δ' ἰχθυοπωλῶν φιλοσοφώτερον γένος
οὐκ ἔστιν οὐδὲν οὐδὲ μᾶλλον ἀνόσιον.
ἐπεὶ γὰρ αὐτοῖς οὐκέτ' ἔστ' ἐξουσία
ῥαίνειν (ἀπείρηται δὲ τοῦτο τῷ νόμῳ),
εἷς τις θεοῖσιν ἐχθρὸς ἄνθρωπος πάνυ
ξηραινομένους ὡς εἶδε τοὺς ἰχθῦς, μάχην
ἐποίησ' ἐν αὐτοῖς ἐξεπίτηδες εὖ πάνυ·
ἦσαν δὲ πληγαί, καιρίαν δ' εἰληφέναι
δόξας καταπίπτει καὶ λιποψυχεῖν δοκῶν
ἔκειτο μετὰ τῶν ἰχθύων. βοᾷ δέ τις,
ὕδωρ ὕδωρ. ὁ δ' εὐθὺς ἐξάρας πρόχουν
τῶν ὁμοτέχνων τις τοῦ μὲν ἀκαρῆ παντελῶς
κατέχεε, κατὰ τῶν ἰχθύων δ' ἁπαξάπαν.
εἴποις γ' ἂν αὐτοὺς ἀρτίως ἡλωκέναι.