Ancient Greek
Play Por, lines 2-3
Xenarchus Comic., Fragmenta 2-3
Not analysed yet
Εἶθ' ἁλιεὺς ὢν ἄκρος σοφίαν
ἐν παγούροις μὲν θεοῖς ἐχθροῖσι καὶ
ἰχθυδίοις εὕρηκα παντοδαπὰς τέχνας,
γέροντα βούγλωττον δὲ μὴ ταχέως πάνυ
συναρπάσομαι; καλόν γ' ἂν εἴη.
Μὰ τὸν Διόνυσον, ὃν σὺ κάπτεις ἴσον ἴσῳ.