Ancient Greek · ~2 min
Fragment 20
Xenocrates of Chalcedon, Fragmenta 20
Not analysed yet
20. Τί οὖν; οὐχὶ καὶ Πλάτωνι συνέβαινε καὶ Ἀριστοτέλει καὶ Ξενοκράτει, χρυσὸν ἐκ μὴ χρυσοῦ, καὶ λίθον ἐκ μὴ λίθου, καὶ τἄλλα γεννᾷν ἐκ τεσσάρων ἁπλῶν καὶ πρώτων ἁπάντων; Πάνυ μὲν οὖν. Ἀλλ’ ἐκείνοις μὲν εὐθύς τε συνίασιν αἱ ἀρχαὶ πρὸς τὴν ἑκάστου γένεσιν, ὥσπερ συμβολὰς μεγάλας φέρουσαι τὰς ἐν αὑταῖς ποιότητας, καὶ ὅταν συνέλθωσιν εἰς τὸ αὐτὸ καὶ συμπέσωσι ξηροῖς ὑγρά, καὶ ψυχρὰ θερμοῖς, καὶ στερεὰ μαλθακοῖς, σώματα κινούμενα παθητικοῖς ἀπ’ ἀλλήλων, καὶ μεταβάλλοντα δι’ ὅλων, ἑτέραν ἀφ’ ἑτέρας κράσεως συναποτίκτει γένεσιν.