Ancient Greek · ~4 min
Fragment 21
Xenocrates of Chalcedon, Fragmenta 21
Not analysed yet
21. Οἱ δὲ περὶ Ξενοκράτην τὴν μὲν πρώτην ἀκολουθίαν ὑπεῖναι συνεχώρουν, τοῦτ’ ἔστιν ὅτι εἰ ἕν ἐστι τὸ ὄν, καὶ ἀδιαίρετον ἔσται· οὐ μὴν ἀδιαίρετον εἶναι τὸ ὄν· διὸ πάλιν μηδὲ ἓν μόνον τὸ ὄν, ἀλλὰ πλείω· διαιρετὸν μέντοι μὴ ἐπ’ ἄπειρον εἶναι, ἀλλ’ εἰς ἄτομά τινα καταλήγειν· ταῦτα μέντοι μὴ ἄτομα εἶναι ὡς ἀμερῆ καὶ ἐλάχιστα, ἀλλὰ τὸ ποσὸν καὶ τὴν ὕλην τμητὰ καὶ μέρη ἔχοντα· τῷ δὲ εἴδει ἄτομα καὶ πρῶτα πρώτας τινὰς ὑποτιθέμενος εἶναι γραμμὰς ἀτόμους καὶ τὰ ἐκ τούτων ἐπίπεδα καὶ στερεὰ πρῶτα. Τὴν οὖν ἐκ τῆς διχοτομίας καὶ ἁπλῶς τῆς ἐπ’ ἄπειρον τομῆς καὶ διαιρέσεως ὑπαντῶσαν ἀπορίαν ὁ Ξενοκράτης οἴεται διαλύεσθαι, τὰς ἀτόμους εἰσαγαγὼν γραμμάς, καὶ ἁπλῶς ἄτομα ποιήσας μεγέθη, φεύγων τὸ ὂν εἴπερ ἐστὶ διαιρετὸν εἰς τὸ μὴ ὂν ἀναλυθῆναι καὶ ἀναλωθῆναι, τῶν ἀτόμων γραμμῶν ἐξ ὧν ὑπίσταται τὰ ὄντα ἀτμήτων μενουσῶν καὶ ἀδιαιρέτων.