Ancient Greek
1.58.1.1 to 1.58.1.17
Xenophanes Poet. Phil., Testimonia 1.58.1.1-17
Unproofread scanNot analysed yet
μὴτ’ ἐξ ὁμοίου (μὴτ’ ἐξ ἀνομοίου) τὸ γιγνόμενον γίγνεσθαι, ἀλλ’ ἐκ μὴ ὄντος· ἐτι οὐδὲν μᾶλλον ὁ θεὸς ἀγέννητος ἢ καὶ τὰλλα πάντα, εἰ- 25 περ ἀπαντα ἐξ ὁμοίου ἢ ἐξ ἀνομοίου γέγονεν (ὅπερ ἀδύνατον). ὥστε ἢ οὐδὲν ἔστι παρὰ τὸν θεὸν ἢ καὶ τὰ ἄλλα αἴδια πάντα. ἐτι κράτιστον τὸν θεὸν λαμβάνει, τοῦτο δυνατώτατον καὶ 2 βέλτιστον λέγων· οὐ δοκεῖ δὲ τοῦτο κατὰ τὸν νόμον, ἀλλὰ πολλὰ κρείττους εἶναι ἀλλήλων οἱ θεοί. οὐχ οὖν ἐκ τοῦ δο- 30 κοῦντος εἴληφε ταύτην κατὰ τοῦ θεοῦ τὴν ὁμολογίαν. τὸ τε 3 κράτιστον εἶναι τὸν θεὸν οὐχ οὕτως ὑπολαμβάνειν λέγεται, ὡς πρὸς ἄλλο τι τοιαύτη ἢ τοῦ θεοῦ φύσις, ἀλλὰ πρὸς τὴν αὐτοῦ διάθεσιν, ἐπεὶ τοῖ γε πρὸς ἕτερον οὐδὲν ἂν κωλύοι μὴ τῇ αὐτοῦ ἐπιμειξίᾳ καὶ ῥώμῃ ὑπερέχειν, ἀλλὰ διὰ τὴν 35 τῶν ἄλλων ἀσθένειαν. θέλοι δ’ ἂν οὐδεὶς οὕτω τὸν θεοῦ φάναι κράτιστον εἶναι, ἀλλ’ ὅτι αὐτὸς ἔχει ὡς οἷόν τε ἀρίστα, καὶ οὐδὲν ἐλλείπει καὶ εὖ καὶ καλῶς ἔχειν αὐτῷ· ἄμα γὰρ ἵσως (οὕτως) ἔχοντι κακεῖνο ἂν συμβαίνοι. οὕτω δὲ δια- 4 30 κεῖσθαι καὶ πλείους αὐτοὺς ὄντας οὐδὲν ἂν κωλύοι, ἅπαντας ὡς 1 οἷόν τε ἀρίστα διακειμένους, καὶ κρατίστους τῶν ἄλλων, οὐχ αὐτῶν ὄντας. ἔστι δ’, ὡς ἔοιχε, καὶ ἄλλα. κράτιστον γὰρ 5 εἶναι τὸν θεὸν φησι, τοῦτο δὲ τινῶν εἶναι ἀνάγκη· ἕνα τ’ ὄντα πᾶντη ὁρᾶν καὶ ἀκούειν οὐδὲν προσήκει· οὐδὲ γὰρ εἰ μὴ καὶ 5 τῆδ’ ὁρᾷ, χειρὸν ὁρᾷ ταύτη, ἀλλ’ οὐχ ὁρᾷ. ἀλλ’ ἵσως τοῦτο βούλεται τὸ πᾶντη αἰσθάνεσθαι, ὅτι οὕτως ἂν βέλτιστα ἔχοι, ὅμοιος ὢν πᾶντη. ἐτι τοιούτος ὢν διὰ τί σφαιροειδὴς ἂν εἴη, 6 ἀλλ’ οὐχ [ὅτι] ἑτέραν τινα μᾶλλον ἔχων ἰδέαν, ὅτι πᾶντη ἀκούει καὶ πᾶντη κρατεῖ; ὥσπερ γὰρ ὅταν λέγωμεν τὸ 10 ψιμύθιον ὅτι πᾶντη ἐστὶ λευκόν, οὐδὲν ἄλλο σημαίνομεν ἢ ὅτι ἐν ἅπασιν αὐτοῦ τοῖς μέρεσιν ἐγχείρωσται ἡ λευκότης·