Ancient Greek
1.58.1.18 to 1.58.1.30
Xenophanes Poet. Phil., Testimonia 1.58.1.18-30
Unproofread scanNot analysed yet
τί δὴ κωλύει οὕτως κακεῖ τὸ πᾶντη ὁρᾶν καὶ ἀκούειν καὶ κρατεῖν λέγεσθαι, ὅτι ἅπαν ὁ ἂν τις αὐτοῦ λαμβάνῃ μέρος, τοῦτ’ ἔσται πεπονθός; ὥσπερ δὲ οὐδὲ τὸ 15 ψιμύθιον, οὐδὲ τὸν θεὸν ἀνάγκη εἶναι διὰ τοῦτο σφαιροειδῆ. ἐτι μήτε ἄπειρον (εἶναι) μήτε πεπεράνθαι σώμα γε ὄντα καὶ ἔχοντα 7 μέγεθος πῶς οἷόν τε, εἴπερ τοῦτ’ ἐστὶν ἄπειρον ὁ ἂν μὴ ἔχῃ πέρας δεκτικὸν ὄν πέρατος, πέρας δ’ ἐν μεγέθει καὶ πλήθει ἐγγίγνεται καὶ ἐν ἅπαντι τῷ ποσῷ, ὥστε εἰ μὴ ἔχει 20 πέρας μέγεθος ὄν ἄπειρόν ἐστιν; ἐτι δὲ σφαιροειδὴ ὄντα 8 ἀνάγκη πέρας ἔχειν· ἕχαστα γὰρ ἔχει, εἴπερ μέσον ἔχει αὐτοῦ, οὐ πλείστον ἀπέχει. μέσον δὲ ἔχει σφαιροειδὴς ὤν· τοῦτο γὰρ ἐστι σφαιροειδὲς ὁ ἐκ τοῦ μέσου ὁμοίως πρὸς τὰ ἕχαστα. σῶμα δ’ ἕχαστα ἢ πέρατα ἔχειν, οὐδὲν διαφέρει. ***εἰ 9 25 γὰρ καὶ τὸ μὴ ὄν ἄπειρόν ἐστι, τί οὐχ ἂν καὶ τὸ ὄν ἄπειρον; τί γὰρ κωλύει ἕνια ταυτ’ ἂν λεχθῆναι κατὰ τοῦ ὄντος καὶ μὴ ὄντος; τὸ τε γὰρ ὄν †οὐχ ὄν οὐδεὶς νῦν αἰσθάνεται, καὶ ὄν δὲ τις οὐχ ἂν αἰσθάνοιτο ἂ νῦν· ἄμφω δὲ λεκτὰ καὶ διανοητὰ ***οὐ λευκόν τε τὸ μὴ ὄν· ἢ οὖν διὰ τοῦτο τὰ ὄντα πάντα λευκά, ὅπως 30 μὴ τι ταὐτὸ κατὰ τοῦ ὄντος σημῆνωμεν καὶ μὴ ὄντος, ἢ οὐ-