Ancient Greek
1.61.1
Xenophanes Poet. Phil., Testimonia 1.61.1
Unproofread scanNot analysed yet
οὔτε δὲ ἄπειρον οὔτε πεπερασμένον εἶναι, διότι ἄπειρον μὲν τὸ μὴ ὄν ὡς οὔτε ἀρχὴν ἔχον οὔτε μέσον οὔτε τέλος, περαίνειν δὲ πρὸς ἄλληλα τὰ πλεῖω. παραπλησίως δὲ καὶ τὴν κίνησιν ἀφαιρεῖ καὶ τὴν ἡρεμίαν. ἀκίνητον γὰρ εἶναι τὸ μὴ ὄν· οὔτε γὰρ ἂν εἰς αὐτὸ ἕτερον οὔτε αὐτὸ πρὸς ἄλλο ἐλθεῖν· κινεῖσθαι δὲ τὰ πλεῖω τοῦ ἑνός· ἕτερον γὰρ εἰς ἕτερον μεταβάλλειν. ὥστε καὶ ὅταν ἐν ταύτῳ μένειν λέγῃ καὶ μὴ κινεῖσθαι, ἀλλ’ —ἄλλη [fr. 26] οὐ κατὰ τὴν ἡρεμίαν τὴν ἀντικειμένην τῇ κινήσει μένειν αὐτὸ [DE: αὐτὸν EF] φησιν, ἀλλὰ κατὰ τὴν ἀπὸ κινήσεως καὶ ἡρεμίας ἐξηρημένην μονήν.