Ancient Greek
1.61.6
Xenophanes Poet. Phil., Testimonia 1.61.6
Unproofread scanNot analysed yet
λέγει δὲ ὅτι οὐδὲν γίνεται οὔδὲ φθείρεται οὔδὲ κινεῖται καὶ ὅτι ἐν τῷ πᾶν ἐστιν ἕκω μεταβολῆς. φησὶ δὲ καὶ τὸν θεὸν εἶναι αἰδίον καὶ ἕνα καὶ ὅμοιον πάντῃ καὶ πεπερασμένον καὶ σφαιροειδῆ καὶ πᾶσι τοῖς μορίοις αἰσθητικόν. τὸν δὲ ἥλιον ἐκ μικρῶν πυριδίων ἀθροιζομένων γίνεσθαι καθ’ ἑκάστην ἡμέραν, τὴν δὲ γῆν ἄπειρον εἶναι καὶ μήτε ὑπ’ ἀέρος μήτε ὑπὸ τοῦ ὑγρανοῦ περιέχεσθαι. καὶ ἄπειρους ἡλίους εἶναι καὶ σελήνας, τὰ δὲ πάντα εἶναι ἐκ γῆς. οὗτος τὴν θάλασσαν ἅλμυρὰν ἔφη διὰ τὸ πολλὰ μέλιγματα συρρέειν ἐν αὐτῇ. ὁ δὲ Μητρόδωρος διὰ τὸ ἐν τῇ γῇ διηθεῖσθαι τούτων χάριν γίνεσθαι ἅλμυρὰν. ὁ δὲ Ξενοφάνης μείζω τῆς γῆς πρὸς τὴν θάλασσαν γίνεσθαι δοκεῖ καὶ τῷ χρόνῳ ὑπὸ τοῦ ὑγροῦ λύεσθαι, φάσκων τοιαύτας ἔχειν ἀποδείξεις, ὅτι ἐν μέσῃ γῇ καὶ ὄρεσιν εὑρίσκονται κόγχα, καὶ ἐν Συρακούσαις δὲ ἐν ταῖς λατομίαις λέγει εὑρῆσθαι τύπον ἰχθύος καὶ φωκῶν [φυκῶν Gomperz], ἐν δὲ Πάρῳ τύπον ἀφύης [δάρνης Hds. :corr. Gronov] ἐν τῷ βάθει τοῦ λίθου, ἐν δὲ Μελίτῃ [μελίτῳ Hds. :corr. Karsten] πλάκας συμπάντων θαλασσίων. ταῦτα