Ancient Greek
1.62.1
Xenophanes Poet. Phil., Testimonia 1.62.1
Unproofread scanNot analysed yet
κινεῖται ὁ θεὸς τε καὶ τὸ ἕν, ὅτι τὰ πολλὰ κινεῖται τῷ εἰς ἄλληλα εἶναι, τί κωλύει καὶ τὸν θεὸν κινεῖσθαι εἰς ἄλλο; οὐδαμοῦ γὰρ λέγει ὅ τι <ἕν ἐστι> μόνον, ἀλλ’ ὅτι εἰς μόνος θεός. εἰ δὲ καὶ οὕτως, τί κωλύει εἰς ἄλληλα κινουμένων τῶν μερῶν τοῦ κύκλῳ φέ<ρεσθαι τὸν> θεόν; οὐ γὰρ δή τὸ τοιοῦτον ἕν, ὥσπερ ὁ Ζήνων, πολλὰ εἶναι φήσει. αὐτὸς γὰρ σῶμα λέγει εἶναι τὸν θεόν, εἰτε τοῦτο τὸ πᾶν εἰτε ὅ τι δήποτε αὐτὸ λέγων· ἀσώματος γὰρ ὧν πῶς ἂν σφαιροειδὴς εἴη; ἔτι μόνως γ’ ἂν οὕτως οὐτ’ ἂν κινοῖτο οὐτ’ ἂν ἡρεμοῖ μηδαμοῦ γε ὧν; ἐπεὶ δὲ σῶμά ἐστι, τί ἂν αὐτὸ κωλύοι κινεῖσθαι, ὡς ἐλέχθη;