Ancient Greek
2.52.7
Xenophanes Poet. Phil., Testimonia 2.52.7
Unproofread scanNot analysed yet
c. 3 (1) Ἄδυνατὸν φησὶν εἶναι, εἴ τι ἔστι, γενέσθαι, τοῦτο λέγων ἐπὶ τοῦ θεοῦ· ἀνάγκη γὰρ ἤτοι ἐξ ὁμοίου ἢ ἐξ ἀνομοίου γενέσθαι τὸ γενόμενον· δυνατόν δὲ οὔδετερον· οὔτε γὰρ ὁμοῖον ὑφ’ ὁμοίου προσῆκει τεκνωθῆναι μᾶλλον ἢ τεκνῶσαι (ταῦτὰ γὰρ ἅπαντα τοῖς γε ἴσοις καὶ ὁμοίως ὑπάρχειν πρὸς ἄλληλα) οὔτ’ ἂν ἐξ ἀνομοίου τανύμοιον γενέσθαι. (2) εἰ γὰρ γίγνοιτο ἐξ ἀσθενεστέρου τὸ ἰσχυρότερον ἢ ἐξ ἐλάττονος τὸ μείζον ἢ ἐκ χείρονος τὸ κρεῖττον, ἢ τούναντίον τὰ χείρω ἐκ